Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

τοιαύτη μὲν καὶ τοσαύτη ἡ Ἀσίη ἐστί, ἡ δὲ Λιβύη ἐν τῇ ἀκτῇ τῇ ἑτέρῃ ἐστί· ἀπὸ γὰρ Αἰγύπτου Λιβύη ἤδη ἐκδέκεται. κατὰ μέν νυν Αἴγυπτον ἡ ἀκτὴ αὕτη στεινή ἐστι· ἀπὸ γὰρ τῆσδε τῆς θαλάσσης ἐς τὴν Ἐρυθρὴν θάλασσαν δέκα μυριάδες εἰσὶ ὀργυιέων, αὗται δʼ ἂν εἶεν χίλιοι στάδιοι· τὸ δὲ ἀπὸ τοῦ στεινοῦ τούτου κάρτα πλατέα τυγχάνει ἐοῦσα ἡ ἀκτὴ ἥτις Λιβύη κέκληται.

θωμάζω ὦν τῶν διουρισάντων καὶ διελόντων Λιβύην τε καὶ Ἀσίην καὶ Εὐρώπην· οὐ γὰρ σμικρὰ τὰ διαφέροντα αὐτέων ἐστί· μήκεϊ μὲν γὰρ παρʼ ἀμφοτέρας παρήκει ἡ Εὐρώπη, εὔρεος δὲ πέρι οὐδὲ συμβάλλειν ἀξίη φαίνεταί μοι εἶναι.