Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

πολλάκις δὲ ἐπελαυνόντων ἐπὶ τοὺς Πέρσας μεταξὺ ὅκως ἀκούσειαν οἱ ἵπποι τῶν ὄνων τῆς φωνῆς, ἐταράσσοντο τε ὑποστρεφόμενοι καὶ ἐν θώματι ἔσκον, ὀρθὰ ἱστάντες τὰ ὦτα, ἅτε οὔτε ἀκούσαντες πρότερον φωνῆς τοιαύτης οὔτε ἰδόντες τὸ εἶδος.

ταῦτα μέν νυν ἐπὶ σμικρόν τι ἐφέροντο τοῦ πολέμου. οἱ δὲ Σκύθαι ὅκως τοὺς Πέρσας ἴδοιεν τεθορυβημένους, ἵνα παραμένοιεν τε ἐπὶ πλέω χρόνον ἐν τῇ Σκυθικῇ καὶ παραμένοντες ἀνιῴατο τῶν πάντων ἐπιδευέες ἐόντες, ἐποίεον τοιάδε· ὅκως τῶν προβάτων τῶν σφετέρων αὐτῶν καταλίποιεν μετὰ τῶν νομέων, αὐτοὶ ἂν ὑπεξήλαυνον ἐς ἄλλον χῶρον. οἱ δὲ ἂν Πέρσαι ἐπελθόντες λάβεσκον τὰ πρόβατα καὶ λαβόντες ἐπηείροντο ἂν τῷ πεποιημένῳ.