Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

ἀπικόμενος δὲ καὶ Ὀροίτεω ἐς ὄψιν ἐλθών, τῶν βυβλίων ἓν ἕκαστον περιαιρεόμενος ἐδίδου τῷ γραμματιστῇ τῷ βασιληίῳ ἐπιλέγεσθαι· γραμματιστὰς δὲ βασιληίους οἱ πάντες ὕπαρχοι ἔχουσι· ἀποπειρώμενος δὲ τῶν δορυφόρων ἐδίδου τὰ βυβλία ὁ Βαγαῖος, εἰ ἐνδεξαίατο ἀπόστασιν ἀπὸ Ὀροίτεω.

ὁρέων δὲ σφέας τά τε βυβλία σεβομένους μεγάλως καὶ τὰ λεγόμενα ἐκ τῶν βυβλίων ἔτι μεζόνως, διδοῖ ἄλλο ἐν τῷ ἐνῆν ἔπεα τάδε· ὦ Πέρσαι, βασιλεὺς Δαρεῖος ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν Ὀροίτεα. οἳ δὲ ἀκούσαντες τούτων μετῆκάν οἱ τὰς αἰχμάς.

ἰδὼν δὲ τοῦτο σφέας ὁ Βαγαῖος πειθομένους τῷ βυβλίῳ, ἐνθαῦτα δὴ θαρσήσας τὸ τελευταῖον τῶν βυβλίων διδοῖ τῷ γραμματιστῇ, ἐν τῷ ἐγέγραπτο βασιλεὺς Δαρεῖος Πέρσῃσι τοῖσι ἐν Σάρδισι ἐντέλλεται κτείνειν Ὀροίτεα. οἱ δὲ δορυφόροι ὡς ἤκουσαν ταῦτα, σπασάμενοι τοὺς ἀκινάκας κτείνουσι παραυτίκα μιν, οὕτω δὴ Ὀροίτεα τὸν Πέρσην Πολυκράτεος τοῦ Σαμίου τίσιες μετῆλθον.