Histories

Herodotus

Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).

πυθόμενος δὲ καὶ ταῦτα ὁ Ἀπρίης ὥπλιζε τοὺς ἐπικούρους καὶ ἤλαυνε ἐπὶ τοὺς Αἰγυπτίους· εἶχε δὲ περὶ ἑωυτὸν Κᾶράς τε καὶ Ἴωνας ἄνδρας ἐπικούρους τρισμυρίους· ἦν δέ οἱ τὰ βασιλήια ἐν Σάι πόλι, μεγάλα ἐόντα καὶ ἀξιοθέητα.

καὶ οἵ τε περὶ τὸν Ἀπρίην ἐπὶ τοὺς Αἰγυπτίους ἤισαν καὶ οἱ περὶ τὸν Ἄμασιν ἐπὶ τοὺς ξείνους· ἔν τε δὴ Μωμέμφι πόλι ἐγένοντο ἀμφότεροι καὶ πειρήσεσθαι ἔμελλον ἀλλήλων.

ἔστι δὲ Αἰγυπτίων ἑπτὰ γένεα, καὶ τούτων οἳ μὲν ἱρέες οἳ δὲ μάχιμοι κεκλέαται, οἳ δὲ βουκόλοι οἳ δὲ συβῶται, οἳ δὲ κάπηλοι, οἳ δὲ ἑρμηνέες, οἳ δὲ κυβερνήται. γένεα μὲν Αἰγυπτίων τοσαῦτα ἐστί, οὐνόματα δέ σφι κέεται ἀπὸ τῶν τεχνέων.

οἱ δὲ μάχιμοι αὐτῶν καλέονται μὲν Καλασίριές τε καὶ Ἑρμοτύβιες, ἐκ νομῶν δὲ τῶνδε εἰσί· κατὰ γὰρ δὴ νομοὺς Αἴγυπτος ἅπασα διαραίρηται.

Ἑρμοτυβίων μὲν οἵδε εἰσὶ νομοί, Βουσιρίτης, Σαΐτης, Χεμμίτης, Παπρημίτης, νῆσος ἡ Προσωπῖτις καλεομένη, Ναθῶ τὸ ἥμισυ. ἐκ μὲν τούτων τῶν νομῶν Ἑρμοτύβιες εἰσί, γενόμενοι, ὅτε ἐπὶ πλείστους ἐγένοντο, ἑκκαίδεκα μυριάδες. καὶ τούτων βαναυσίης οὐδεὶς δεδάηκε οὐδέν, ἀλλʼ ἀνέωνται ἐς τὸ μάχιμον.

καλασιρίων δὲ οἵδε ἄλλοι νομοί εἰσι, Θηβαῖος, Βουβαστίτης, Ἀφθίτης, Τανίτης, Μενδήσιος, Σεβεννύτης, Ἀθριβίτης, Φαρβαϊθίτης, Θμουΐτης, Ὀνουφίτης, Ἀνύτιος, Μυεκφορίτης· οὗτος ὁ νομὸς ἐν νήσῳ οἰκέει ἀντίον Βουβάστιος πόλιος.