Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἦρχον δὲ τοῦ λοιποῦ τῆς πόλεως μετὰ πάσης εὐκοσμίας τε καὶ εὐταξίας, ἰδίᾳ τε καὶ δημοσίᾳ πανταχοῦ εὐφημούμενοι: ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας αὐτοκράτορσιν. οἱ μέντοι στρατιῶται διοίδαινον τὰς ψυχάς, καὶ οὔτε ταῖς εὐφημίαις τοῦ δήμου ἠρέσκοντο, ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν

ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βασιλέας. ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες τῷ Μαξίμῳ ἔν τε τῇ Ῥώμῃ διατρίβοντες: ἀντιπάλους γὰρ ἕξειν ἤλπιζον, εἴ τι τολμῷεν, καὶ ἐφεδρεύειν αὑτοῖς ὑπώπτευον, εἴ τινι δόλῳ ἀποζωσθεῖεν, ἐκεῖνοι δὲ ἅτε παρόντες ῥᾳδίως ὑποκατασταῖεν: τό τε Σἑ??ʼήρου ὑπόδειγμα, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέζωσεν,

εἰσῄει αὐτούς. ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπετωλίων, πάντων τε περὶ τὴν πανήγυριν καὶ τὰς θέας ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες, ὁρμῇ δὲ ἀλόγῳ χρησάμενοι, ἀνῆλθον ὁμοθυμαδὸν ἐς τὰ βασίλεια, τοῖς τε πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον.

συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις

p.204
ὁμονοεῖν, ἀλλ̓ οἵα περ μοναρχίας ἐπιθυμία καὶ τὸ ἀκοινώνητον ἐν ταῖς ἐξουσίαις, ἕκαστος πρὸς αὑτὸν τὴν δύναμιν ἀνθεῖλκεν, ὁ μὲν Βαλβῖνος κατ̓ εὐγένειαν καὶ διπλῆν προάγουσαν ὑπατείαν πρωτεύειν ἀξιῶν, ὁ δὲ Μάξιμος διά τε τὸ ἔπαρχος τῆς πόλεως γεγονέναι καὶ ἔχειν ὑπολήψεις ἐμπειρίας πραγμάτων: ἑκατέρωθέν τε εὐγενεῖς καὶ εὐπατρίδαι καὶ γένους πλῆθος αὔταρκες ἐς ἐπιθυμίαν μοναρχίας ἔπειθεν.

ὅπερ αὐτοῖς καὶ μάλιστα γέγονεν ἀπωλείας αἴτιον. ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι ἐπ̓ ὀλέθρῳ αὐτῶν τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους, ὄντας ἐν Ῥώμῃ, αὐτάρκεις ἐσομένους ἀντιστῆναι τοῖς ἐπιβουλεύουσιν. ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι καθ̓ αὑτοῦ καὶ σόφισμα ʽᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντασ̓ ἐκώλυε, φάσκων οὐκ ἐς κωλύμην οὐδ̓ ἐς ἀντίστασιν αὐτοὺς τῶν πραιτωριανῶν ἀφίξεσθαι, ἀλλ̓ ἐς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν

μοναρχίαν. ἐν ᾧ δὲ περὶ τούτων διαφέρονται, εἰσδραμόντες οἱ στρατιῶται ὁμοθυμαδὸν ἅπαντες, ἐκστάντων αὐτοῖς τῶν περὶ τὰς αὐλείους εἰσόδους φυλαττόντων, ἁρπάζουσι τοὺς πρεσβύτας, περιρρήξαντες δὲ ἃς εἶχον περὶ τοῖς σώμασιν ἐσθῆτας λιτὰς ἅτ̓ οἴκοι διατρίβοντες, γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξέλκουσι μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως: παίοντές τε καὶ ἀποσκώπτοντες τοὺς ἀπὸ συγκλήτου βασιλέας, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις ταῖς τοῦ σώματος λώβαις ἐμπαροινοῦντες, διὰ μέσης τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον ἀπῆγον, οὐ θελήσαντες οὐδ̓ ἐν τοῖς βασιλείοις ἀποκτεῖναι ἀλλὰ ζῶσιν ἐνυβρίσαι,

ἵν̓ ἐπὶ πλέον ὧν πάσχουσιν αἴσθοιντο. ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοί, λαβόντες ὅπλα, ἠπείγοντο ὡς

p.205
ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας. καὶ καταλιπόντες τὰ σώματα ἐρριμμένα ἐπὶ τῆς λεωφόρου, ἀράμενοι δὲ τὸν Γορδιανὸν Καίσαρα ὄντα, αὐτοκράτορά τε ἀναγορεύσαντες, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον, βοῶντές τε πρὸς τὸν δῆμον ὅτι ἄρα εἴησαν ἀπεκτονότες οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο ἐκείνου τε ἀπόγονον καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο, ἔχοντες αὐτὸν ἀπελθόντες ἐς τὸ στρατόπεδον, συγκλείσαντες τὰς πύλας ἡσύχαζον. οἱ δὲ Γερμανοὶ μαθόντες ἀνῃρημένους τε καὶ ἐρριμμένους ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον ἐς τὸ ἑαυτῶν καταγώγιον.

τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο ἀναξίῳ τε ἅμα καὶ ἀνοσίῳ σεμνοὶ καὶ λόγου ἄξιοι πρεσβῦται, εὐγενεῖς τε καὶ κατ̓ ἀξίαν ἐπὶ τὴν ἀρχὴν ἐληλυθότες: ὁ δὲ Γορδιανὸς περὶ ἔτη που γεγονὼς τρισκαίδεκα αὐτοκράτωρ τε ἀνεδείχθη καὶ τὴν Ῥωμαίων ἀρχὴν ἀνεδέξατο.