Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὁ δὲ Γορδιανὸς ἐνδιατρίψας τῇ Θύστρῳ, ἔνθα ταῦτα ἐπράχθη, ἡμερῶν τινῶν, ἤδη φέρων βασιλέως ὄνομα καὶ σχῆμα, ἀπάρας τε τῆς Θύστρου ἐς τὴν Καρχηδόνα ἠπείχθη, ἣν ᾔδει μεγίστην τε οὖσαν καὶ πολυάνθρωπον, ἵν̓ ὥσπερ ἐν Ῥώμῃ πάντα πράττῃ: ἡ γὰρ πόλις ἐκείνη καὶ δυνάμει χρημάτων καὶ πλήθει τῶν κατοικούντων καὶ μεγέθει μόνης Ῥώμης ἀπολείπεται, φιλονεικοῦσα πρὸς τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρου

πόλιν περὶ δευτερείων. εἵπετο δὲ αὐτῷ πᾶσα ἡ βασιλικὴ πομπή, τῶν μὲν στρατιωτῶν, οἵτινες ἦσαν ἐκεῖ, καὶ τῶν κατὰ τὴν πόλιν ἐπιμηκεστέρων νεανίσκων ἐν σχήματι τῶν κατὰ τὴν Ῥώμην δορυφόρων προϊόντων: αἵ τε ῥάβδοι ἐδαφνηφόρουν, ὅπερ ἐστὶ σύμβολον ἐς τὸ διαγνῶναι τὰς βασιλικὰς ἀπὸ τῶν ἰδιωτικῶν, τὸ δὲ πῦρ προεπόμπευεν, ὡς ὄψιν καὶ τύχην ἔχειν πρὸς ὀλίγον, ὥσπερ ἐν εἰκόνι, τῆς Ῥώμης τῶν Καρχηδονίων τὴν πόλιν.

ὅ τε Γορδιανὸς γράμματά τε πάμπλειστα ἐκπέμπει πρὸς ἕκαστον τῶν κατὰ τὴν Ῥώμην πρωτεύειν δοκούντων, τοῖς τε τῆς συγκλήτου δοκιμωτάτοις ἐπιστέλλει, ὧν ἦσαν αὐτῷ πλεῖστοι φίλοι τε καὶ συγγενεῖς. ἐποίησε δὲ καὶ δημόσια γράμματα πρός τε τὸν

p.174
Ῥωμαίων δῆμον καὶ τὴν σύγκλητον, δἰ ὧν τήν τε Λιβύων ἐδήλου ἐς ἑαυτὸν σύμπνοιαν, τῆς τε Μαξιμίνου ὠμότητος κατηγόρει σφοδρότατα εἰδὼς μισουμένην,

αὐτός τε πᾶσαν πραότητα ὑπισχνεῖτο, συκοφάντας τε πάντας φυγαδεύων καὶ παλινδικίαν διδοὺς τοῖς ἀδίκως κατακριθεῖσι, τούς τε φυγάδας ἐς τὰς πατρίδας ἐπανάγων: τοῖς δὲ στρατιώταις ὑπέσχετο ἐπίδοσιν χρημάτων ὅσην οὐδεὶς πρότερον, τῷ τε δήμῳ νομὰς ἐπήγγειλε. προυνοήσατο δὲ τοῦ πρότερον ἀναιρεθῆναι τὸν κατὰ τὴν Ῥώμην τῶν στρατοπέδων προεστῶτα: ʽ??ʼιταλιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον ᾔδει τραχύτατα καὶ ὠμότατα πράττοντα, φίλτατόν τε

ὄντα καὶ καθωσιωμένον τῷ Μαξιμίνῳ. ὑποπτεύων οὖν μὴ τοῖς πραττομένοις γενναίως ἀντιστῇ καὶ τῷ ἐκείνου φόβῳ μηδεὶς αὐτῷ συνάρηται, πέμπει τὸν ταμίαν τοῦ ἔθνους, νεανίσκον φύσει εὔτολμον καὶ τὸ σῶμα οὐκ ἀγεννῆ καὶ τὴν ἡλικίαν ἀκμάζοντα, πρόθυμόν τε ἐς τὸν ὑπὲρ ἑαυτοῦ κίνδυνον, παραδοὺς αὐτῷ ἑκατοντάρχας καὶ στρατιώτας τινάς, οἷς ἔδωκε κατασεσημασμένα γράμματα ἐν πτυκτοῖς πίναξι, δἰ ὧν τὰ ἀπόρρητα καὶ κρυπτὰ ἀγγέλματα τοῖς βασιλεῦσιν

ἐπιστέλλεται. κελεύει δὲ αὐτοῖς πρὸ τῆς ἕω ἐς τὴν Ῥώμην κατελθοῦσιν ἐπιστῆναι ἔτι δικάζοντι καὶ ἀνακεχωρηκότι τῷ ʽ??ʼιταλιανῷ ἐν τῷ τοῦ δικαστηρίου οἰκίσκῳ, ἔνθα μόνος τὰ ἀπόρρητα καὶ κρυπτὰ δοκοῦντα ὑπὲρ σωτηρίας τοῦ βασιλέως ἠρεύνα τε καὶ ἐξήταζε, δηλῶσαί τε ὅτι φέρουσι γράμματα πρὸς Μαξιμῖνον ἀπόρρητα, ἐπὶ τοῦτό τε παῤ αὐτοῦ πεμφθῆναι ὑπὲρ

ἀσφαλείας τοῦ βασιλέως: προσποιήσασθαι δὲ βούλεσθαι καὶ διαλεχθῆναι αὐτῷ ἰδιαίτερον ἀπαγγεῖλαί τε τὰ ἐντεταλμένα: διασχολουμένῳ δὲ ἐκείνῳ περὶ τὴν τῶν σφραγίδων ἐπίγνωσιν προσποιουμένους ὡς δὴ

p.175
ἐροῦντάς τι, οἷς εἶχον ὑποκολπιδίοις ξίφεσι φονεῦσαι. ἅπερ πάντα προυχώρησεν ὡς ἐκέλευσεν. ἔτι γὰρ νυκτὸς οὔσης, ὥσπερ ἐκεῖνος εἰώθει πρὸ ἡμέρας προϊέναι, ἐπέστησαν αὐτῷ ἰδιάζοντι, μηδὲ πολλοῦ

πλήθους παρόντος: οἳ μὲν γὰρ οὐδὲ προεληλύθεσαν, οἳ δὲ προσαγορεύσαντες πρὸ ἡμέρας ἀνακεχωρήκεσαν. ἡσυχίας τε οὖν οὔσης ὀλίγων τε πρὸ τοῦ οἰκίσκου, δηλώσαντες αὐτῷ τὰ προειρημένα ῥᾳδίως εἰσεδέχθησαν: ἐπιδόντες δὲ τὰ γράμματα, ἐκείνου ταῖς σφραγῖσι τὰς ὄψεις ἐπιβάλλοντος προβαλόντες τὰ ξιφίδια καὶ παίσαντες φονεύουσιν, ἔχοντές τε αὐτὰ πρόκωπα

προπηδῶσιν. οἱ δὲ παρόντες ἐκπλαγέντες ἀνεχώρησαν, οἰόμενοι Μαξιμίνου τὴν κέλευσιν εἶναι: καὶ γὰρ ἐποίει τοῦτο πολλάκις καὶ περὶ τοὺς δοκοῦντας εἶναι φιλτάτους. κατελθόντες δὲ διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ προτιθέασι τὰ πρὸς τὸν δῆμον τοῦ Γορδιανοῦ γράμματα, τοῖς τε ὑπάτοις καὶ τοῖς λοιποῖς τὰ ἐπεσταλμένα διδόασι: διασκεδάννυταί τε ὑπ̓ αὐτῶν φήμη ὡς ἄρα