Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐτρέψαντο. οὕτω δὴ προχωρήσαντος τοῦ ἔργου, οἱ νεανίσκοι ἅπαξ ἐν ἀπογνώσει γενόμενοι μόνην ᾔδεσαν ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν, εἰ τὰ τολμηθέντα αὑτοῖς αὐξήσαιεν ἔργοις μείζοσι καὶ κοινωνὸν τοῦ κινδύνου τὸν ἡγούμενον τοῦ ἔθνους παραλάβοιεν, πᾶν τε τὸ ἔθνος ἀναπείσαιεν ἐς ἀπόστασιν: ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ

κωλύεσθαι. σὺν παντὶ τοίνυν τῷ πλήθει ἤδη μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν. Γορδιανὸς μὲν ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθυπατείαν λαχών, πρεσβύτης δὲ ἐς ἔτος ἤδη περί που ὀγδοηκοστὸν ἐληλακώς, πολλῶν δὲ πρότερον ἄρξας ἐθνῶν ἔν τε πράξεσι μεγίσταις ἐξετασθείς. ὅθεν αὐτόν τε ἡδέως ὑποδέξεσθαι τὴν ἀρχὴν ᾤοντο ὥσπερ κορυφαῖον τέλος τῶν προγενομένων πράξεων, τήν τε σύγκλητον καὶ τὸν Ῥωμαίων δῆμον ἀσμένως δέξεσθαι ἄνδρα εὖ γεγονότα καὶ ἐκ πολλῶν ἡγεμονιῶν

ὥσπερ κατ̓ ἀκολουθίαν ἐπὶ τοῦτο ἐλθόντα. συνέβαινε δὲ ἐκείνης τῆς ἡμέρας, ἧς ταῦτα ἐπράττετο, οἴκοι τὸν Γορδιανὸν διατρίβειν ἡσυχάζοντα, δεδωκότα τοῖς καμάτοις ἀνάπαυλαν ἀργίαν τε ταῖς πράξεσιν. οἱ δὲ νεανίσκοι ξιφήρεις σὺν παντὶ τῷ πλήθει, βιασάμενοι τοὺς ταῖς αὐλείαις ἐφεστῶτας, εἰσπηδήσαντες καταλαμβάνουσιν αὐτὸν ἐπί τινος σκιμποδίου ἀναπαυόμενον, περιστάντες δὲ χλαμύδι πορφυρᾷ περιβάλλουσι

σεβασμίαις τε τιμαῖς προσαγορεύουσιν. ὃ δὲ τῷ παραδόξῳ τοῦ πράγματος ἐκπλαγείς, ἐνέδραν καὶ συσκευὴν ἐξ ἐπιβουλῆς καθ̓ ἑαυτοῦ νομίζων, ῥίψας ἀπὸ τοῦ σκίμποδος ἐς γῆν ἑαυτὸν ἐδεῖτο φείδεσθαι γέροντος

p.172
μηδὲν αὐτοὺς ἀδικήσαντος, σώζειν δὲ τὴν πίστιν καὶ τὴν εὔνοιαν τῷ βασιλεύοντι. ἐπεὶ δὲ οἳ μὲν ξιφήρεις ἐνέκειντο, ἐκεῖνος δὲ ὑπὸ δέους καὶ ἀγνοίας οὐκ ᾔδει τὸ πεπραγμένον οὐδὲ τὸ τῆς παρούσης τύχης αἴτιον, εἷς τῶν νεανίσκων, ὃς ἦν αὐτῶν γένει καὶ δυνάμει λόγων προύχων, τοὺς λοιποὺς κατασιγάσας ἡσυχάζειν τε προστάξας, ἔχων πρόκωπον τὴν δεξιὰν

ἔλεξε πρὸς αὐτὸν τοιάδε. δύο κινδύνων προκειμένων, τοῦ μὲν παρόντος τοῦ δὲ μέλλοντος, καὶ τοῦ μὲν ἤδη προδήλου τοῦ δὲ ἐν ἀμφιβόλῳ τύχῃ, ἑλέσθαι σε δεῖ σήμερον σώζεσθαι μεθ̓ ἡμῶν καὶ πιστεῦσαι σεαυτὸν ἐλπίδι κρείττονι, ᾗ πάντες πεπιστεύκαμεν, ἢ τεθνάναι ἤδη πρὸς ἡμῶν. εἰ μὲν οὖν τὰ παρόντα ἕλοιο, πολλὰ τὰ ἐφόδια ἐς ἀγαθὰς ἐλπίδας, τό τε Μαξιμίνου παρὰ πᾶσι μῖσος, πόθος τε τυραννίδος ὠμῆς ἀπαλλάξεως, καὶ ἐν ταῖς προγενομέναις πράξεσιν εὐδοκίμησις, ἔν τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ

γνῶσις οὐκ ἄσημος καὶ τιμὴ ἔνδοξος ἀεί. ἀντειπόντι δέ σοι καὶ μὴ συμπνεύσαντι ἡμῖν σήμερον τέλος ἐπικείσεται: ἀπολούμεθα δὲ καὶ αὐτοί, εἰ δέοι, προαπολέσαντες σέ. ἔργον γὰρ ἡμῖν τετόλμηται μείζονος ἀπογνώσεως δεόμενον: κεῖται γὰρ ὁ τῆς τυραννίδος ὑπηρέτης, καὶ δίκας ὠμότητος παρέσχε φονευθεὶς ὑφ̓ ἡμῶν. ἐφ̓ οἷς ἢν μὲν ἡμῖν συνάρῃ καὶ κοινωνὸς τῶν κινδύνων γένῃ, αὐτός τε τῆς ἐν βασιλείᾳ τιμῆς ἀπολαύσεις, τό τε ἡμῖν προκείμενον ἔργον ἐπανεθήσεται καὶ οὐ κολασθήσεται.

τοιαῦτά τινα λέγοντος τοῦ νεανίσκου οὐκ ἀνασχόμενον τὸ λοιπὸν πλῆθος, συνδραμόντων ἤδη καὶ πάντων τῶν κατὰ τὴν πόλιν ἐπειδὴ διεφοίτησεν ἡ φήμη, σεβαστὸν Γορδιανὸν ἀναγορεύει. παραιτούμενος δὲ καὶ γῆρας προϊσχόμενος ἐκεῖνος, ἄλλως δὲ

p.173
φιλόδοξος ὤν, οὐδὲ ἀηδῶς ὑπέστη, ἑλόμενος μᾶλλον τὸν μέλλοντα κίνδυνον ἢ τὸν παρόντα, ἔν τε γήραι ἐσχάτῳ οὐ πάνυ τι δεινὸν νομίζων, εἰ δέοι, ἐν βασιλικαῖς

τιμαῖς καὶ τελευτῆσαι. πᾶν δὴ τὸ Λιβύων ἔθνος εὐθέως ἐδεδόνητο, καὶ τὰς μὲν τοῦ Μαξιμίνου τιμὰς καθῄρουν, εἰκόσι δὲ καὶ ἀνδριᾶσι Γορδιανοῦ τὰς πόλεις ἐκόσμουν, τῷ τε κυρίῳ αὐτοῦ ὀνόματι προσθέντες Ἀφρικανὸν ἐκάλεσαν ἀφ̓ ἑαυτῶν: οὕτω γὰρ Λίβυες οἱ ὑπὸ μεσημβρίαν τῇ Ῥωμαίων φωνῇ καλοῦνται.