Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

συνέβη δὲ κατὰ τοὺς αὐτοὺς χρόνους πταῖσμα ὀλέθριον τῇ Ῥωμαίων πόλει, ἀρχὴν καὶ πρόφασιν λαβὸν ἐξ εὐτόλμου θράσους δύο ἀνδρῶν τῶν ἀπὸ συγκλήτου. συνεληλύθεσαν γὰρ ἐς τὸ βουλευτήριον

πάντες σκεψόμενοι περὶ τῶν καθεστώτων: μαθόντες δ̓ οἱ στρατιῶται οὓς ἐν τῷ στρατοπέδῳ Μαξιμῖνος καταλελοίπει ʽἤδη γὰρ πρὸς ἄφεσιν τῆς στρατείας ὄντες καὶ δἰ ἡλικίαν οἴκοι μεμενηκότεσ̓ ἦλθον μέχρι τῆς εἰσόδου τῆς συγκλήτου, βουλόμενοι τὸ πραττόμενον μαθεῖν, ὅπλων μὲν γυμνοί, ἐν λιταῖς δὲ ἐσθῆσι καὶ ἐφεστρίσιν, ἑστήκεσαν δὲ μετὰ τοῦ λοιποῦ δήμου.

καὶ οἱ μὲν ἄλλοι πρὸ τῶν θυρῶν ἔμενον, δύο δέ τινες ἢ τρεῖς περιεργότερον ἐπακοῦσαι τῶν βουλευομένων θελήσαντες ἐς τὸ συνέδριον εἰσῆλθον, ὡς τὸν ἱδρυμένον βωμὸν τῆς νίκης ὑπερβῆναι τούτους. τῆς δὲ συγκλήτου ἀνὴρ ἀπὸ ὑπατείας μὲν νεωστί, Γαλλικανὸς ὄνομα, Καρχηδόνιος δὲ τὸ γένος, καὶ ἕτερος στρατηγικὸς τὸ ἀξίωμα, Μαικήνας καλούμενος, οὐδέν τι προσδοκῶντας τοὺς στρατιώτας, ἔχοντας δὲ τὰς χεῖρας ὑποκαθειμένας ταῖς ἐφεστρίσι, παίουσι πληγαῖς κατακαρδίοις, ξίφεσιν οἷς ἐπεφέροντο ὑποκολπίοις:

πάντες γὰρ διὰ τὴν οὖσαν στάσιν τε καὶ ταραχήν, οἳ μὲν φανερῶς οἳ δὲ καὶ κρύβδην, ἐξιφηφόρουν, ἀμυντήρια δῆθεν φέροντες ἑαυτῶν διὰ τοὺς αἰφνιδίως

p.185
ἐπιβουλεύοντας ἐχθρούς. τότε δὴ οἱ στρατιῶται πληγέντες καί πως ἀπροσδοκήτως προβαλεῖν οὐ δυνηθέντες

πρὸ τοῦ βωμοῦ ἔκειντο. οἱ δὲ λοιποὶ στρατιῶται τοῦτο θεασάμενοι, ἐκπλαγέντες τῷ πάθει τῶν συστρατιωτῶν, φοβηθέντες τοῦ δήμου τὸ πλῆθος ἄνευ τε ὅπλων ὄντες ἔφυγον. ὁ δὲ Γαλλικανὸς ἐκδραμὼν τῆς συγκλήτου ἐς τὸν δῆμον μέσον, δεικνύς τε τὸ ξίφος καὶ τὴν χεῖρα ᾑμαγμένην, διεκελεύετο διώκειν καὶ φονεύειν τοὺς ἐχθροὺς μὲν συγκλήτου καὶ Ῥωμαίων

φίλους δὲ καὶ συμμάχους Μαξιμίνου. ὁ δὲ δῆμος ῥᾷστα πεισθεὶς τὸν μὲν Γαλλικανὸν εὐφήμει, τοὺς δὲ στρατιώτας ὡς ἐδύναντο διώκοντες ἔβαλλον λίθοις. οἳ δὲ φθάσαντες, ὀλίγων τινῶν καὶ τρωθέντων, ἐς τὸ στρατόπεδον καταφυγόντες καὶ τὰς πύλας κλείσαντες, ὅπλα δὲ ἀναλαβόντες, ἐφρούρουν τὸ τεῖχος τοῦ στρατοπέδου. ὁ δὲ Γαλλικανὸς ἅπαξ τολμήσας ἔργον τηλικοῦτον, ἐμφύλιον πόλεμον καὶ ὄλεθρον

μέγαν ἤγειρε τῇ πόλει. τάς τε γὰρ δημοσίας ἀποθήκας τῶν ὅπλων, εἴ τινες ἦσαν πρὸς πομπὴν μᾶλλον ἢ μάχην ἐπιτήδειοι, ἀναρρῆξαι τοὺς ὄχλους ἔπεισε, τό τε σῶμα ἕκαστον φράττεσθαι ὡς οἷός τε ἦν: τά τε τῶν μονομάχων καταγώγια ἀνοίξας ἐξήγαγε τοῖς οἰκείοις ὅπλοις ἕκαστον ἐξηρτυμένον. ὅσα τε ἦν ἐν οἰκίαις ἢ ἐργαστηρίοις δόρατα ἢ ξίφη πελέκεις τε, πάντα

διηρπάζετο. ὅ τε δῆμος ἐνθουσιῶν πᾶν τὸ ἐμπῖπτον ὕλης ἀξιομάχου ἐργαλεῖον ὅπλον ἐποιεῖτο. ἀθροισθέντες οὖν ἐπῆλθον τῷ στρατοπέδῳ, καὶ ὡς πολιορκήσοντες αὐτὸ δῆθεν προσέβαλλόν τε ταῖς πύλαις καὶ τοῖς τείχεσιν. οἱ δὲ στρατιῶται μετὰ πολλῆς ἐμπειρίας ὡπλισμένοι .. τε τὰς ἐπάλξεις καὶ τὰς ἀσπίδας, τόξοις τε αὐτοὺς βάλλοντες καὶ δόρασι μακροῖς ἀπείργοντες

τοῦ τείχους ἀπεδίωκον. ὡς δὲ καμὼν ὁ δῆμος

p.186
οἵ τε μονομάχοι τιτρωσκόμενοι ἤδη καὶ ἑσπέρας προσιούσης ἀπελθεῖν ἠθέλησαν, θεασάμενοι αὐτοὺς οἱ στρατιῶται ἀπεστραμμένους καὶ τὰ νῶτα δεδωκότας ἀπιόντας τε ἀμελέστερον, οἰομένους μὴ τολμήσειν ἐπεξελθεῖν ὀλίγους πλήθει τοσούτῳ, ἀνοίξαντες αἰφνιδίως τὰς πύλας ἐπέδραμον τῷ δήμῳ, καὶ τούς τε μονομάχους ἀπέκτειναν, τοῦ τε δήμου μέγα τι πλῆθος ἀπώλετο ὠθούμενον. οἳ δὲ τοσοῦτον διώξαντες ὅσον μὴ πολύ τι τοῦ στρατοπέδου ἀποστῆναι, πάλιν ἐπανῆλθον ἐντός τε τοῦ τείχους ἔμενον.