Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἀναγνωσθείσης δὲ τῆς τοιαύτης ἐπιστολῆς, εὐφημεῖ τε αὐτὸν ἡ σύγκλητος καὶ τὰς σεβασμίους τιμὰς πάσας ψηφίζεται. οὐχ οὕτω δὲ εὔφραινε πάντας ἡ Μακρίνου διαδοχή, ὡς ὑπερήδοντό τε καὶ πανδημεὶ ἑώρταζον ἐπὶ τῇ Ἀντωνίνου ἀπαλλαγῇ. ἕκαστός τε ᾤετο, μάλιστα τῶν ἐν ἀξιώσει τινὶ ἢ πράξει καθεστώτων, ξίφος ἀποσεσεῖσθαι τοῖς αὐχέσιν ἐπαιωρούμενον.

συκοφάνται τε ἢ δοῦλοι, ὅσοι δεσπότας κατήγγελον, ἀνεσκολοπίσθησαν: ἥ τε Ῥωμαίων πόλις καὶ σχεδὸν πᾶσα ἡ ὑπὸ Ῥωμαίους οἰκουμένη καθαρθεῖσα πονηρῶν ἀνθρώπων, τῶν μὲν κολασθέντων τῶν δὲ ἐξωσθέντων, εἰ δέ τινες καὶ ἔλαθον, δἰ εὐλάβειαν ἡσυχαζόντων, ἐν ἀδείᾳ πολλῇ καὶ εἰκόνι ἐλευθερίας ἐβίωσαν ἐκείνου τοῦ ἔτους οὗ μόνου ὁ Μακρῖνος ἐβασίλευσε.

p.128

τοσοῦτον δὲ ἥμαρτεν ὅσον μὴ διέλυσεν εὐθέως τὰ στρατόπεδα καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀπέπεμψεν, αὐτός τε ἐς τὴν Ῥώμην ποθοῦσαν ἠπείχθη, τοῦ δήμου ἑκάστοτε καλοῦντος μεγάλαις βοαῖς, ἐν δὲ τῇ Ἀντιοχείᾳ διέτριβε γένειόν τε ἀσκῶν, βαδίζων τε πλέον τοῦ δέοντος ἠρεμαίως, βραδύτατά τε καὶ μόλις τοῖς προσιοῦσιν ἀποκρινόμενος ὡς μηδ̓ ἀκούεσθαι

πολλάκις διὰ τὸ καθειμένον τῆς φωνῆς. ἐζήλου δὲ ταῦτα ὡς δὴ Μάρκου ἐπιτηδεύματα, τὸν δὲ λοιπὸν βίον οὐκ ἐμιμήσατο, ἐπεδίδου δὲ ἑκάστοτε ἐς τὸ ἁβροδίαιτον, ὀρχηστῶν τε θέαις καὶ πάσης μούσης κινήσεώς τε εὐρύθμου ὑποκριταῖς σχολάζων, τῆς τε τῶν πραγμάτων διοικήσεως ἀμελῶς ἔχων. προῄει τε πόρπαις καὶ ζωστῆρσι χρυσῷ πολλῷ καὶ λίθοις τιμίοις πεποικιλμένοις κεκοσμημένος, τῆς τοιαύτης πολυτελείας παρὰ τοῖς Ῥωμαίων στρατιώταις οὐκ ἐπαινουμένης, βαρβάρου δὲ μᾶλλον καὶ θηλυπρεποῦς εἶναι

δοκούσης. ἅπερ ὁρῶντες οἱ στρατιῶται οὐ πάνυ τι ἀπεδέχοντο, ἀπηρέσκοντό τε αὐτοῦ τῷ βίῳ ὡς ἀνειμένῳ μᾶλλον ἢ κατ̓ ἄνδρα στρατιωτικόν: παραβάλλοντες δὲ τὴν μνήμην τῇ Ἀντωνίνου διαίτῃ ἐπιστρεφεῖ τε καὶ στρατιωτικῇ γενομένῃ, κατεγίνωσκον τῆς

Μακρίνου πολυτελείας. ἔτι τε ἠγανάκτουν αὐτοὶ μὲν ὑπὸ σκηναῖς καὶ ἐν ἀλλοδαπῇ διαιτώμενοι, ἔσθ̓ ὅτε καὶ σπανίζοντες τῶν ἐπιτηδείων, ἔς τε τὰ ἑαυτῶν οὐκ ἐπανιόντες εἰρήνης εἶναι δοκούσης: ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν χλιδῇ καὶ τρυφῇ διαιτώμενον, ἀφηνιάζοντες ἤδη πρὸς ἀλλήλους αὐτὸν κακῶς ἠγόρευον, προφάσεώς τε ὀλίγης λαβέσθαι εὔχοντο ἐς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν.