Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

εὐθὺς δὲ πάντες ἐφονεύοντο οἱ ἐκείνου οἰκεῖοί τε καὶ φίλοι, καὶ οἱ ὄντες ἐν τοῖς βασιλείοις ἔνθα ἐκεῖνος ᾤκει: ὑπηρέται τε πάντες ἀνῃροῦντο: οὐδέ τις ἦν φειδὼ ἡλικίας, οὐδὲ μέχρι νηπίων. τὰ δὲ πτώματα φερόμενα μεθ̓ ὕβρεως πάσης ἁμάξαις ἐπιτεθέντα καὶ ἔξω τῆς πόλεως κομισθέντα σωρηδὸν κατεπίμπρατο

ἢ ὁπωσδὴ ἐρρίπτετο. οὐδεὶς δὲ περιεγένετο τῶν κἂν μετρίως ἐκείνῳ γνωσθέντων. ἀθληταὶ δὲ καὶ ἡνίοχοι ὑποκριταί τε πάσης μούσης καὶ ὀρχήσεως, πᾶν τε ὅπερ ἐκεῖνος δἰ ἡδονῆς ἔσχε θέαμα ἢ ἄκουσμα, διεφθείρετο. τῆς τε συγκλήτου βουλῆς ὅσοι γένει ἢ πλούτῳ ὑπερεῖχον, ἐπὶ βραχυτάταις ἢ οὐδ̓ ὑφεστώσαις αἰτίαις ἐκ τῆς τυχούσης διαβολῆς,

ὡς ἐκείνου φίλοι, ἀνῃροῦντο. τήν τε Κομμόδου ἀδελφήν, πρεσβῦτιν ἤδη καὶ πρὸς πάντων βασιλέων ὡς Μάρκου θυγατέρα τετιμημένην, ἀπέκτεινεν, αἰτίαν ἐπαγαγὼν ὡς δακρυσάσῃ παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε γυναῖκα γενομένην ἑαυτοῦ, Πλαυτιανοῦ θυγατέρα, οὖσαν δὲ ἐν Σικελίᾳ, τόν τε ἀνεψιὸν αὑτοῦ Σἑ??ʼήρῳ τε ὁμώνυμον, καὶ τὸν Περτίνακος υἱόν, τῆς τε Κομμόδου ἀδελφῆς Λουκίλλης

p.109
υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ ἐν συγκλήτῳ

ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν. ἔς τε τὰ ἔθνη πέμπων, ἡγεμόνας τε καὶ ἐπιτρόπους ὡς ἐκείνου φίλους πάντας διεχρήσατο. πᾶσά τε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων. τάς τε τῆς Ἑστίας ἱερείας ζώσας κατώρυττεν ὡς μὴ φυλαττούσας τὴν παρθενίαν. τὸ δὲ τελευταῖον καὶ μήποτε γενόμενον ἔργον: ἱπποδρομίαν μὲν ἐθεᾶτο, ἀπέσκωψε δέ τι τὸ πλῆθος ἐς ἡνίοχον περὶ ὃν ἐκεῖνος ἐσπουδάκει: ὃ δὲ οἰηθεὶς αὐτὸς ὑβρίσθαι κελεύει τῷ πλήθει προσπεσεῖν τὸ στράτευμα, ἀπάγειν τε καὶ φονεύειν τοὺς κακῶς

τὸν ἡνίοχον εἰπόντας. οἱ δὲ στρατιῶται τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι διακρίνοντες τίνες ἦσαν οἱ προπετέστερον φθεγξάμενοι ʽκαὶ γὰρ ἦν εὑρίσκειν ἀδύνατον ἐν δήμῳ τοσούτῳ μηδενὸς ὁμολογοῦντοσ̓, ἀφειδῶς τοὺς ἐντυγχάνοντας ἀπάγοντες ἀνῄρουν, ἢ ἀφαιρούμενοι ἅπερ εἶχον ὥσπερ λύτρα μόλις ἐφείδοντο.