Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσας τε καὶ ταῖς ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν σύγκλητον κατῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου μᾶλλον ἢ ἔθος ἐστὶ βασιλέα προπέμπειν. εἰσελθὼν δὲ καὶ θύσας, τοῦ τε βασιλείου ἐπιβὰς θρόνου,

ἔλεξε τοιάδε. οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου

p.107
φόνος εὐθέως ἀκουσθεὶς μεμίσηται, τό τε ὄνομα ταῖς ἀκοαῖς ἅμα τῷ προσπεσεῖν εὐθὺς φέρει χαλεπὴν διαβολήν. τοῖς μὲν γὰρ δυστυχήσασιν ἔλεος, τοῖς δὲ κρατήσασι φθόνος παρακολουθεῖ: καὶ τὸ μὲν ἡττηθὲν ἐν τοῖς τοιούτοις ἀδικεῖσθαι, τὸ δὲ νικῆσαν ἀδικεῖν δοκεῖ.

πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογίζοιτο, τήν τε αἰτίαν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα πείσεσθαι δεινὸν ἀμύνασθαι μᾶλλον ἢ ὑπομεῖναι: τῇ μὲν γὰρ συμφορᾷ τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ, ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δόξαν ἀνδρείας

ἀπηνέγκατο. τὰ μὲν οὖν ἄλλα, ὅσα διὰ δηλητηρίων φαρμάκων καὶ διὰ πάσης ἐνέδρας ἐπεβούλευσέ μοι, ἔνεστιν ὑμῖν καὶ διὰ βασάνων χωρήσασι μαθεῖν: καὶ γὰρ διὰ τοῦτο τοὺς ἐκείνου ἐν τοῖς ὑπηρέταις ἐκέλευσα παρεῖναι, ὅπως εὕρητε τὴν ἀλήθειαν. εἰσὶ δέ τινες αὐτῶν καὶ ἤδη ἐξετασθέντες, καὶ τῆς ἐξετάσεως ἐπακοῦσαι δύνασθε. τὸ δ̓ οὖν τελευταῖον ἐπῆλθέ μοι παρὰ τῇ μητρὶ ὄντι ξιφήρεις ἔχων τινὰς

ἐς τοῦτο παρεσκευασμένους. ὅπερ ἐγὼ προμηθείᾳ πολλῇ καὶ ἀγχινοίᾳ συνεὶς ἠμυνάμην ὡς πολέμιον, ἐπεὶ μήτε γνώμην ἔτι μήτε ὁρμὴν ἔφερεν ἀδελφοῦ. ἀμύνεσθαί τε τοὺς ἐπιβουλεύοντας οὐ μόνον δίκαιον ἀλλὰ καὶ σύνηθες. αὐτὸς γοῦν ὁ τῆσδε τῆς πόλεως κτίστης Ῥωμύλος οὐκ ἤνεγκεν ἀδελφὸν ὑβρίσαντα

μόνον ἐς τὰ ἐκείνου ἔργα. σιγῶ Γερμανικὸν τὸν Τιβερίου καὶ Βρεττανικὸν τὸν Νέρωνος καὶ Τίτον τὸν Δομετιανοῦ. Μάρκος αὐτός, φιλοσοφίαν καὶ ἐπιείκειαν προσποιούμενος, Λουκίου τὴν ὕβριν οὐκ ἤνεγκεν ὄντος γαμβροῦ, ἀλλ̓ ἐξ ἐπιβουλῆς αὐτὸν ἀπεσείσατο. ἐγὼ δὲ δηλητηρίων παρεσκευασμένων, ξίφους

p.108
ἐπῃωρημένου τὸν ἐχθρὸν ἠμυνάμην: τοῦτο γὰρ αὐτῷ

τοὔνομα ἐδίδου τὰ ἔργα. ὑμᾶς δὲ χρὴ πρῶτον μὲν θεοῖς εἰδέναι χάριν ὅτι κἂν τὸν ἕτερον ὑμῖν τῶν βασιλέων ἔσωσαν, παύσασθαι δὲ ἤδη τὰς ψυχὰς καὶ τὰς γνώμας διῃρημένους, ἐς ἕνα δὲ βλέποντας ἀμερίμνως βιοῦν. βασιλείαν δὲ ὁ Ζεύς, ὥσπερ αὐτὸς ἔχει θεῶν μόνος, οὕτω καὶ ἀνθρώπων ἑνὶ δίδωσι. τοιαῦτα εἰπὼν μεγάλῃ βοῇ, θυμοῦ πεπληρωμένος, βλέμματι δριμεῖ ἀφορῶν ἐς τοὺς ἐκείνου φίλους, τρέμοντάς τε καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπών, ἀνέδραμεν ἐς τὰ βασίλεια.