Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τοῖς ὅπλοις ἦσαν. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι ἐφάνη Ἀρτάβανος σὺν μεγίστῳ πλήθει στρατοῦ. ἀσπασάμενοι δὲ τὸν ἥλιον, ὡς ἔθος αὐτοῖς, οἱ βάρβαροι, μεγίστῃ τε κλαγγῇ βοήσαντες, ἐπέδραμον τοῖς Ῥωμαίοις τοξεύοντές τε καὶ καθιππεύοντες. οἱ δὲ Ῥωμαῖοι εὐτάκτως τε καὶ ἀσφαλῶς συστήσαντες τὰς φάλαγγας, ἑκατέρωθέν τε τοὺς ἱππεῖς καὶ τοὺς Μαυρουσίους παρατάξαντες, τά τε κενὰ πληρώσαντες τῶν κούφως καὶ εὐσταλῶς ἐκτρέχειν δυναμένων, δεξάμενοι τοὺς βαρβάρους

ἐμάχοντο. καὶ οἱ μὲν βάρβαροι τῷ πλήθει τῶν τόξων τοῖς τε ἐπιμήκεσι δόρασι τῶν καταφράκτων ἀπό τε ἵππων καὶ καμήλων τιτρώσκοντες αὐτοὺς μεγάλως ἄνωθεν ἔβλαπτον: οἱ δὲ Ρωμαῖοι τῶν μὲν συσταδὸν μαχομένων ῥᾳδίως ἐκράτουν, ἐπεὶ δὲ αὐτοὺς ἥ τε ἵππος πολλὴ οὖσα καὶ τὸ τῶν καμήλων πλῆθος ἐλυμαίνετο, προσποιούμενοι ἀναχωρεῖν τριβόλους τε καὶ ἄλλα τινὰ τεχνάσματα σιδήρων, ὀξυτάτας ἐξοχὰς περικείμενα, ἐρρίπτουν. παραλανθάνοντα δὲ ἐν ταῖς ψάμμοις καὶ οὐ καθορώμενα ὑπὸ τῶν ἱππέων

ἢ τῶν καμηλιτῶν ὀλέθρια ἦν αὐτοῖς: πατοῦντες γὰρ οἱ ἵπποι, αἵ τε κάμηλοι μάλιστα, ἔχουσαι ἁπαλὰ τὰ πέλματα, ὤκλαζον καὶ ἐχώλευον, τούς τε ἐπιβάτας οὓς ἔφερον ἀπεσείοντο. οἱ δὲ ἐπέκεινα βάρβαροι ἐς

p.124
ὅσον μὲν ἐποχοῦνται ἵπποις ἢ καμήλοις, γενναίως μάχονται, ἢν δὲ ἀποβῶσιν αὐτῶν ἢ κατενεχθῶσι, ῥᾷστα ἁλίσκονται, μὴ φέροντες τὴν ἐκ συστάσεως μάχην. πρός τε τὸ φυγεῖν ἢ διῶξαι, εἰ δέοι, ὑπὸ τῆς περὶ τοῖς σκέλεσιν ἐσθῆτος χαύνως παρῃωρημένης ἐμποδίζονται.

πρώτης μὲν οὖν καὶ δευτέρας ἡμέρας ἐξ ἑωθινοῦ ἐς ἑσπέραν ἐμαχέσαντο, καὶ νὺξ ἐπελθοῦσα διέλυσε τὰς μάχας, ἑκάτεροί τε ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα νικᾶν ἀξιοῦντες. τῇ δὲ τρίτῃ ἡμέρᾳ συνῆλθον ἐς τὸ αὐτὸ πεδίον μαχούμενοι, ἐπειρῶντο δὲ οἱ μὲν βάρβαροι, πολύ τι τῷ πλήθει τούτων ὑπερέχοντες, κυκλώσασθαι τοὺς Ῥωμαίους καὶ σαγηνεῦσαι: οἱ δὲ Ῥωμαῖοι οὐκέτι τὰς φάλαγγας ἐς βάθος συνίστασαν, ἐς μῆκος δ̓ ἐκτείνοντες ἀεὶ τὸ κυκλούμενον

ἐνεπόδιζον. πλῆθος δὲ τοσοῦτον ἀνδρῶν τε καὶ κτηνῶν ἐφονεύθη ὡς πᾶν πληρωθῆναι τὸ πεδίον μεγίστους τε σωροὺς πτωμάτων ἐς ὕψος ἀρθῆναι, καὶ μάλιστα τῶν καμήλων ἐπαλλήλων πιπτουσῶν. πρός τε οὖν τὸ διατρέχειν ἐνεποδίζοντο οἱ μαχόμενοι: οὐκέτι δὲ οὐδὲ καθεώρων ἀλλήλους, μεγάλου οἱονεὶ χώματος ἐν μέσῳ καὶ δυσβάτου ὑπὸ τῶν σωμάτων σεσωρευμένου, ὑφ̓ οὗ κωλυόμενοι τοῖς ἄλλοις ἐπιέναι ἕκαστοι ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα.

ὁ δὲ Μακρῖνος συνεὶς ὅτι οὐκ ἄλλως Ἀρτάβανος ἐκθύμως τε μάχεται καὶ προσμένει ἀλλ̓ ἢ οἰόμενος Ἀντωνίνῳ μάχεσθαι, εἰωθότων ἀεὶ τῶν βαρβάρων ῥᾷστα ἀποκάμνειν ἐθελοκακεῖν τε, εἰ μή τι ἐν ταῖς

πρώταις ὁρμαῖς κατορθώσουσι, τότε δὲ προσμενόντων ὡς ἂν τὴν μάχην ἀνανεώσαιντο μετὰ τὴν τῶν νεκρῶν ἀναίρεσίν τε καὶ κατάφλεξιν, οὐκ οἰομένων τεθνηκέναι τὸν τῆς ἔχθρας αἴτιον, πέμπει πρεσβείαν

p.125
ἐπιστέλλει τε τῷ Παρθυαίῳ, λέγων τὸν μὲν περὶ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀδικήσαντα βασιλέα τεθνηκέναι δίκας τε ἀξίας ὧν ἔδρασε δεδωκέναι, Ῥωμαίους δέ, ὧν ἐστὶν ἡ ἀρχή, ἑαυτῷ τὰ τῆς βασιλείας ἐγκεχειρικέναι:

μήτε δὲ ἀρέσκεσθαι τοῖς πραχθεῖσιν, αἰχμαλώτους τε τοὺς περιόντας ἀποδοῦναι, χρήματά τε ὅσα ἡρπάγη ἀποτῖσαι, φίλῳ τε ἀντὶ ἐχθροῦ χρῆσθαι καὶ τὴν εἰρήνην ὅρκοις καὶ σπονδαῖς βεβαιῶσαι. ὁ δὲ Ἀρτάβανος ταῦτά τε ἀναγνοὺς καὶ διδαχθεὶς ὑπὸ τῶν πρέσβεων περὶ τῆς Ἀντωνίνου ἀναιρέσεως, αὐτάρκη τιμωρίαν τὸν παρασπονδήσαντα δεδωκέναι νομίζων,

τοῦ τε στρατοῦ αὑτῷ τετρυχωμένου, ἀγαπῶν τε τοὺς αἰχμαλώτους καὶ τὰ χρήματα ἀναιμωτὶ ἀπολαβεῖν, σπεισάμενος εἰρήνην πρὸς τὸν Μακρῖνον ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται. ὃ δὲ τόν τε στρατὸν ἀπαλλάξας τῆς ἐν Μεσοποταμίᾳ διατριβῆς ἐς τὴν Ἀντιόχειαν ἠπείγετο.