Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

διατρίψας δὲ ἱκανοὺς χρόνους ἐν τῇ Ῥώμῃ, τούς τε υἱεῖς αὑτοῦ κοινωνοὺς τῆς βασιλείας καὶ αὐτοκράτορας ἀποδείξας, βουλόμενος δόξαν ἄρασθαι νίκης μὴ μόνον ἐμφυλίου τε καὶ κατὰ Ῥωμαϊκῶν στρατοπέδων, ἐφ̓ ᾗ καὶ θριαμβεῦσαι ᾐδέσθη, ἀλλὰ καὶ κατὰ βαρβάρων ἐγεῖραι τρόπαια, πρόφασιν ποιούμενος τὴν Βαρσημίου τοῦ Ἀτρηνῶν βασιλέως πρὸς Νίγρον φιλίαν

ἐστράτευσεν ἐπὶ τὴν ἀνατολήν. παριὼν δὲ καὶ τὴν Ἀρμενίαν καταδραμεῖν ἠθέλησε: φθάσας δὲ ὁ τῶν Ἀρμενίων βασιλεὺς χρήματά τε αὐτῷ καὶ δῶρα ὁμήρους τε ἱκετεύων ἔπεμψε, σπονδὰς καὶ εὔνοιαν ὑπισχνούμενος. ὁ δὲ Σἑ??ʼῆρος τῶν ἐν Ἀρμενίᾳ προχωρούντων κατὰ γνώμην ἐπὶ τὴν Ἀτρηνῶν ἠπείγετο. προσέφυγε δὲ αὐτῷ καὶ ὁ Ὀσροηνῶν βασιλεὺς Αὔγαρος, τούς τε παῖδας ὁμηρεύειν ἐς ἀσφάλειαν πίστεως ἐξέδωκε, τοξότας τε πλείστους συμμάχους ἤγαγεν.

ὁ δὲ Σἑ??ʼῆρος διαβὰς τὴν τῶν ποταμῶν μέσην γῆν τε καὶ Ἀδιαβηνῶν χώραν, ἐπέδραμε καὶ τὴν εὐδαίμονα Ἀραβίαν: φέρει γὰρ πόας εὐώδεις, αἷς ἀρώμασι καὶ θυμιάμασι χρώμεθα. πολλὰς δὲ κώμας καὶ πόλεις πορθήσας τήν τε χώραν λεηλατήσας, ἐλθὼν ἐς τὴν Ἀτρηνῶν χώραν, προσκαθεζόμενος τὰς Ἄτρας

ἐπολιόρκει. ἦν δὲ πόλις ἐπ̓ ἄκρας ὑψηλοτάτης ὄρους, τείχει μεγίστῳ καὶ γενναίῳ περιβεβλημένη, πλήθει τε

p.86
ἀνδρῶν τοξοτῶν ἀκμάζουσα. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς προσκαθεζόμενος ἐπολιόρκει παντὶ σθένει, πειρώμενος τὴν πόλιν ἐξελεῖν: μηχαναί τε παντοδαπαὶ προσήγοντο τῷ τείχει, καὶ οὐδὲν παρελείπετο εἶδος

πολιορκίας. οἱ δὲ Ἀτρηνοὶ γενναίως ἀπεμάχοντο, τόξοις τε καὶ λίθοις ἄνωθεν βάλλοντες οὐ μικρῶς ἐλύπουν τὸν τοῦ Σἑ??ʼήρου στρατόν. σκεύη τε κεράμου πεποιημένα πληροῦντες πτηνῶν, μικρῶν μὲν ἰοβόλων δὲ θηρίων, ἐπέβαλλον αὐτοῖς: τὰ δὲ ἐμπίπτοντα ταῖς ὄψεσι, καὶ εἴ τί που παραγεγύμνωτο τοῦ σώματος, λανθάνοντα καὶ παρεισιόντα τιτρώσκοντά τε

αὐτοὺς ἐλυμαίνετο. καὶ μὴ φέροντες τὸ πνιγῶδες τοῦ ἀέρος διὰ τὸ ὑπερβάλλον τοῦ ἡλίου πῦρ, νόσοις περιπίπτοντες διεφθείροντο, ὡς πλεῖστον μέρος τοῦ στρατοῦ διὰ τοιαύτας αἰτίας μᾶλλον ἀπόλλυσθαι ἢ πρὸς τῶν πολεμίων.

ἀπαγορεύοντος δὲ τοῦ στρατοῦ πρὸς τὰ εἰρημένα, τῆς τε πολιορκίας μὴ προχωρούσης ἀλλὰ μᾶλλον βλαπτομένων τῶν Ῥωμαίων ἢ κατορθούντων, τὸν στρατὸν ὁ Σἑ??ʼῆρος, ὡς μὴ διαφθαρείη πᾶς, ἄπρακτον ἐπανήγαγε, δυσφοροῦντα ἐπὶ τῷ μὴ ὡς ἐβούλετο τὰ τῆς πολιορκίας αὐτῷ προκεχωρηκέναι: νικᾶν γὰρ πάντοτε

ἐν ταῖς μάχαις εἰθισμένος τὸ μὴ περιγενέσθαι ἧτταν ἡγεῖτο. πλὴν παρεμυθήσατο αὐτὸν ἡ συναιρομένη τότε τοῖς ἐκείνου πράγμασι τύχη: οὐ γὰρ παντάπασιν ἄπρακτος ἐπανῆλθεν, ἀλλὰ μείζονα κατορθώσας

ὧν ἤλπισε. καταπλέων γὰρ ὁ στρατὸς ναυσὶ πολλαῖς οὐκ ἐς ἃς ἐβούλετο Ῥωμαίων ὄχθας κατηνέχθη, ἐπὶ πλεῖστον δὲ αὐτὸν ἐξαγαγόντος τοῦ ῥεύματος προσώκειλε ταῖς Παρθυαίων ὄχθαις, αἳ μὴ πολλῶν ἡμερῶν ὁδὸν ἀπεῖχον τῆς ἐς Κτησιφῶντα ἐφόδου, ἔνθα ἦν τὰ βασίλεια τοῦ Παρθυαίου καὶ αὐτὸς

p.87
διέτριβεν εἰρήνην ἄγων, μηδέν τι προσήκειν νομίζων ἑαυτῷ τὰς πρὸς τοὺς Ἀτρηνοὺς Σἑ??ʼήρου μάχας:

ἡσύχαζεν οὖν, μηδέν τι δεινὸν προσδεχόμενος. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς ἄκων προσαχθεὶς ὑπὸ τοῦ ῥεύματος ταῖς ἐπέκεινα ὄχθαις, ἀπόβασίν τε ποιησάμενος, τὴν γῆν ἐλεηλάτει, θρέμματά τε τὰ ἐμπίπτοντα ἀπελαύνων, ἵν̓ ἔχῃ τροφάς, καὶ κώμας ἐμπιπρὰς τὰς ἐμπιπτούσας. κατ̓ ὀλίγον τε προϊὼν ἐπέστη Κτησιφῶντι,

ἔνθ̓ ἦν ὁ μέγας βασιλεὺς Ἀρτάβανος. προσπεσόντες δὲ οἱ Ῥωμαῖοι ἀπαρασκεύοις τοῖς βαρβάροις, πάντα τε τὸν ἐμπίπτοντα ἐφόνευον καὶ διήρπασαν τὰ ἐν τῇ πόλει, πάντας τε παῖδας καὶ γυναῖκας αἰχμαλώτους ἔλαβον. φυγόντος δὲ τοῦ βασιλέως σὺν ὀλίγοις ἱππεῦσι τούς τε θησαυροὺς αὐτοῦ τῶν χρημάτων αἴρουσι, καὶ πάντα τὸν κόσμον καὶ κειμήλια ἁρπάσαντες ἐπανίασιν.

οὕτω μὲν δὴ Σἑ??ʼῆρος, τύχῃ μᾶλλον ἢ γνώμῃ, τῇ κατὰ Παρθυαίων νίκῃ κεκόσμητο: τούτων δὲ αὐτῷ δεξιῶς καὶ ὑπὲρ πᾶσαν εὐχὴν προχωρησάντων ἐπέστειλε τῇ τε συγκλήτῳ καὶ τῷ δήμῳ, τάς τε πράξεις μεγαληγορῶν, τὰς μάχας τε καὶ τὰς νίκας δημοσίαις ἀνέθηκε γραφαῖς. ἡ δὲ σύγκλητος πάσας τε τιμὰς ἐψηφίσατο αὐτῷ, καὶ προσηγορίας ἀπὸ τῶν ἐθνῶν τῶν κεχειρωμένων.