Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς περαιωθεὶς διά τε Βιθυνίας καὶ Γαλατίας, ἐμβαλὼν ἐς Καππαδοκίαν, προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει, πράγματά τε εἶχεν οὐ μικρὰ δυσβάτου διὰ στενότητα καὶ τραχύτητα οὔσης τῆς ὁδοῦ, βαλλόντων τε αὐτοὺς ἄνωθεν λίθοις καὶ γενναίως ἀπομαχομένων τῶν ἐφεστώτων ταῖς ἐπάλξεσι τοῦ τείχους. ῥᾳδίως δὲ ὀλίγοι πολλοὺς

ἐκώλυον: τῆς γὰρ ὁδοῦ στενῆς οὔσης τὸ μὲν ἕτερον μέρος ὕψιστον ὄρος σκέπει, ἐπὶ θάτερα δὲ κρημνὸς βαθὺς τοῖς ἐκ τῶν ὀρῶν συρρέουσιν ὕδασι πόρος γίνεται: ὅπερ καὶ αὐτὸ πᾶν παρεπέφρακτο ὑπὸ τοῦ Νίγρου

p.73
τοῦ πανταχόθεν κωλύεσθαι ἕνεκα τὴν δίοδον τοῦ στρατοῦ.

κατὰ μὲν δὴ Καππαδοκίαν ταῦτα ἐπράττετο, ἐστασίασαν δὲ πρὸς ἀλλήλους τῷ αὐτῷ ζήλῳ καὶ μίσει Λαοδικεῖς μὲν κατὰ Συρίαν Ἀντιοχέων μίσει, κατὰ δὲ Φοινίκην Τύριοι Βηρυτίων ἔχθει: μαθόντες τε τὸν Νίγρον πεφευγότα τὰς μὲν τιμὰς ἐκείνου καθελεῖν

ἐπειράθησαν, τὸν δὲ Σἑ??ʼῆρον εὐφήμησαν. ὡς δὲ γενόμενος ἐν Ἀντιοχείᾳ ταῦτα ὁ Νίγρος ἐπύθετο, ἄλλως μὲν τὸ ἦθος πρότερον χρηστὸς ὤν, ἀγανακτήσας δὲ τότε εἰκότως ἐπὶ τῇ ἀποστάσει αὐτῶν καὶ ὕβρει, ἐπιπέμπει ταῖς πόλεσιν ἀμφοτέραις Μαυρουσίους τε ἀκοντιστὰς οὓς εἶχε καὶ μέρος τοξοτῶν, φονεύειν τε τοὺς ἐντυγχάνοντας κελεύσας καὶ διαρπάζειν τὰ ἐν

ταῖς πόλεσιν, αὐτάς τε ἐμπιπράναι. οἱ δὲ Μαυρούσιοι ὄντες φονικώτατοι, καὶ διὰ τὸ θανάτου καὶ κινδύνων ῥᾳδίως καταφρονεῖν πάντα τολμῶντες μετ̓ ἀπογνώσεως, ἐπιπεσόντες τοῖς Λαοδικεῦσιν οὐ προσδοκῶσι παντὶ τρόπῳ τόν τε δῆμον καὶ τὴν πόλιν ἐλυμήναντο, ἐκεῖθέν τε σπεύσαντες ἐπὶ τὴν Τύρον πᾶσάν τε ἐνέπρησαν καὶ πολλὴν ἁρπαγὴν καὶ φόνον εἰργάσαντο.

τούτων κατὰ Συρίαν γινομένων καὶ στρατοῦ ὑπὸ Νίγρου ἀθροιζομένου, ὁ τοῦ Σἑ??ʼήρου στρατὸς προσκαθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει. ἦσαν δὲ οἱ στρατιῶται ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀπογνώσει ὀχυροῦ τε ὄντος καὶ δυσμάχου καὶ πεφραγμένου ὄρει τε καὶ

κρημνῷ. ἤδη δὲ τῶν μὲν τοῦ Σἑ??ʼήρου ἀπειρηκότων, τῶν δὲ ἐναντίων ἀμέριμνον ἔχειν τὴν φρουρὰν οἰομένων, νύκτωρ αἰφνιδίως ὄμβρων μεγίστων καταρραγέντων χιόνος τε πολλῆς ʽδυσχείμερος γὰρ πᾶσα ἡ Καππαδοκία, ἐξαιρέτως δὲ ὁ Ταῦροσ̓ μέγας καὶ σφοδρὸς χειμάρρους καταραχθείς, ἐμποδισθέντος αὐτῷ

p.74
τοῦ συνήθους δρόμου καὶ τοῦ ἐρύματος ἐπισχόντος τὸ ῥεῖθρον πολὺς καὶ βίαιος γενόμενος, τῆς τε φύσεως νικώσης τὴν τέχνην μὴ δυναμένου τοῦ τείχους ἀντέχειν τῷ ῥεύματι, διέστησε τῷ ὕδατι κατ̓ ὀλίγον αὐτοῦ τὰς ἁρμογάς, ἔστε δὴ ὑποχωρούντων τῶν θεμελίων τῷ ῥείθρῳ ἅτε διὰ σπουδῆς καὶ οὐ μετ̓ ἐπιμελείας κατασκευασθέντων πᾶν ὤφθη, τὸν δὲ τόπον

ἀνοίξας ὁ χειμάρρους ὡδοποίησεν. ὅπερ ἰδόντες οἱ ἐπὶ τοῦ ἐρύματος φύλακες, φοβηθέντες μὴ κυκλωθεῖεν ἐκπεριελθόντων αὐτοὺς τῶν πολεμίων μετὰ τὴν τοῦ χειμάρρου ἀπόρροιαν μηκέτι ὄντος τοῦ κωλύοντος, καταλιπόντες τὴν φρουρὰν φεύγουσιν. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς ἡσθεὶς τῷ γενομένῳ, τάς τε ψυχὰς ἐπιρρωσθεὶς ὡς προνοίᾳ θείᾳ ὁδηγούμενος, συνεὶς δὲ ἀποδεδρακότας τοὺς φύλακας, εὐμαρῶς τε καὶ ἀκωλύτως διαβὰς τὸν Ταῦρον ἐπὶ Κιλικίαν ἠπείγετο.