Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

προμηθέστατα καὶ ἀσφαλέστατα, ὡς ᾤετο: ὁ δὲ Σἑ??ʼῆρος ὡς ἔνι μάλιστα σὺν τῇ στρατιᾷ ἠπείγετο, μηδὲν ῥᾳθυμίᾳ μηδ̓ ἀναπαύλῃ νέμων. μαθὼν δὲ τὸ Βυζάντιον προκατειλημμένον, καὶ εἰδὼς ὀχυρώτατα τετειχισμένον, ἐπὶ Κύζικον τὸν στρατὸν ἐκέλευσε

διαβαίνειν. ὁ δὲ τῆς Ἀσίας ἡγούμενος Αἰμιλιανός, ᾧ τὴν πρόνοιαν καὶ στρατηγίαν ὁ Νίγρος ἐγκεχειρίκει, μαθὼν ἐπιόντα τὸν τοῦ Σἑ??ʼήρου στρατὸν τὴν ἐπὶ Κύζικον καὶ αὐτὸς ἐτράπετο, ἄγων τε στρατιὰν πᾶσαν, ἣν αὐτὸς συνείλεκτο καὶ ἣν ὁ Νίγρος ἐπεπόμφει. ὡς δὲ συνέβαλεν ἑκατέρωθεν τὰ στρατεύματα, μάχαι καρτεραὶ γίνονται κατ̓ ἐκεῖνα τὰ χωρία, καὶ κρατεῖ τὸ Σἑ??ʼήρου στράτευμα, φυγή τε καὶ τροπὴ καὶ φόνος πολὺς τῶν τοῦ Νίγρου στρατιωτῶν γίνεται, ὡς τῶν μὲν ἀνατολικῶν εὐθέως θραῦσαι τὴν ἐλπίδα, τῶν δὲ Ἰλλυριῶν ἐπιρρῶσαι.

φασὶ δέ τινες προδοθέντα τὰ τοῦ Νίγρου πράγματα ὑπὸ Αἰμιλιανοῦ εὐθέως ἐν ἀρχῇ διαφθαρῆναι. διττὴν δὲ λέγουσι τῆς τοιαύτης προαιρέσεως τοῦ Αἰμιλιανοῦ τὴν αἰτίαν: οἳ μὲν γὰρ φθονοῦντα τῷ Νίγρῳ ἐπιβουλεῦσαι, ἀγανακτοῦντα ὅτι δὴ διάδοχος αὐτοῦ γενόμενος τῆς ἐν Συρίᾳ ἀρχῆς ἔμελλεν ἔσεσθαι κρείττων ἅτε βασιλεὺς καὶ δεσπότης, οἳ δέ φασιν αὐτὸν ἀναπεισθῆναι ὑπὸ τῶν παίδων ἐπιστειλάντων καὶ δεηθέντων ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, οὓς ἐν τῇ

p.71
Ῥώμῃ εὑρὼν ὁ Σἑ??ʼῆρος συλλαβὼν εἶχεν ἐν φρουρᾷ. ἐχρήσατο γὰρ καὶ τούτῳ σοφίσματι προμηθεστάτῳ.

ἔθος ἦν τῷ Κομμόδῳ κατέχειν τοὺς παῖδας τῶν ἐς τὰ ἔθνη πεμπομένων ἡγεμόνων, ὡς ἔχοι ὅμηρα τῆς τε εὐνοίας αὐτῶν καὶ τῆς πίστεως. εἰδὼς τοίνυν τοῦτο ὁ Σἑ??ʼῆρος, ἅμα τῷ βασιλεὺς ἀναδειχθῆναι, καὶ τοῦ Ἰουλιανοῦ ἔτι περιόντος, πέμψας λάθρᾳ διὰ φροντίδος ἔσχε τοὺς παῖδας αὑτῷ τῆς Ῥώμης ἐκκλαπέντας

μὴ εἶναι ἐν ἑτέρου ἐξουσίᾳ. αὐτὸς δ̓ ἅμα τῷ τῆς Ῥώμης ἐπιβῆναι συλλαβὼν πάντας τοὺς τῶν ἡγεμόνων ἢ τῶν ὁτιδὴ πραττόντων κατὰ τὴν ἀνατολὴν καὶ πᾶσαν τὴν Ἀσίαν, φρουρᾷ δοὺς εἶχε σὺν αὑτῷ, ὅπως ἢ πόθῳ τῆς τῶν παίδων σωτηρίας οἱ ἡγεμόνες τὰ Νίγρου προδιδοῖεν, ἢ μένοντες ἐπὶ τῆς πρὸς ἐκεῖνον εὐνοίας φθάσωσί τι κακὸν παθεῖν διὰ τῆς τῶν παίδων ἀναιρέσεως ἢ δράσωσιν αὐτοί.

γενομένης δὲ τῆς ἥττης κατὰ τὴν Κύζικον ἔφευγον οἱ τοῦ Νίγρου, ὡς ἕκαστος ἐδύνατο, σπεύδοντες, οἳ μὲν περὶ τὰς ὑπωρείας τῆς Ἀρμενίας, οἳ δὲ τὴν ἐπὶ Γαλατίας τε καὶ Ἀσίας, φθάσαι θέλοντες τὸν Ταῦρον ὑπερβῆναι, ὡς ἐντὸς τοῦ ἐρύματος γένοιντο. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς περαιωθεὶς διὰ τῆς Κυζικηνῆς χώρας διαβάς τε ἐπὶ τὴν Βιθυνίαν ὅμορον οὖσαν ἠπείγετο.

ὡς δὲ διέδραμε φήμη τῆς Σἑ??ʼήρου νίκης, εὐθὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκείνοις στάσις καὶ διάφορος γνώμη ἐνέπεσε ταῖς πόλεσιν, οὐχ οὕτω τῇ πρὸς τοὺς πολεμοῦντας βασιλέας ἀπεχθείᾳ τινὶ ἢ εὐνοίᾳ ὡς ζήλῳ καὶ ἔριδι τῇ πρὸς ἀλλήλας φθόνῳ τε καὶ καθαιρέσει