Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἀσχάλλοντι δὲ αὐτῷ ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων καὶ τῇ περὶ τὰ θεάματα ἀπρεπεῖ σπουδῇ ἐπιστέλλει ὁ τῆς Βρεττανίας ἡγούμενος, στασιάζειν τοὺς ἐκεῖ βαρβάρους φάσκων, καὶ κατατρέχοντας τὴν χώραν λείαν τε ἀπάγειν καὶ πορθεῖν τὰ πλεῖστα: δεῖσθαι τοίνυν χειρὸς πλείονος πρὸς βοήθειαν τοῦ τόπου ἢ

βασιλικῆς ἐπιδημίας. ὁ δὲ Σἑ??ʼῆρος ἀσμένως ταῦτα ἀκούσας, φύσει μὲν καὶ φιλόδοξος ἄλλως ὑπάρχων, καὶ μετὰ τὰς ὑπὸ ἀνατολαῖς καὶ ἄρκτῳ νίκας καὶ προσηγορίας

p.96
βουλόμενος καὶ κατὰ Βρεττανῶν ἐγεῖραι τρόπαια, ἔτι δὲ καὶ τοὺς υἱοὺς ἀπαγαγεῖν τῆς Ῥώμης θέλων, ὡς ἂν νεάζοιεν ἐν στρατιωτικῷ βίῳ καὶ σώφρονι ἀπαχθέντες τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης, ἐπαγγέλλει τὴν ἐς τὴν Βρεττανίαν ἔξοδον, πρεσβύτης τε ἤδη ὢν καὶ ὑπὸ τῆς ἀρθρίτιδος νόσου κάμνων: ἀλλὰ τὰ τῆς ψυχῆς αὐτοῦ ἔρρωτο ὑπὲρ πάντα νεανίαν.

τὰ πλεῖστα γοῦν καὶ φοράδην φερόμενος τῆς ὁδοιπορίας εἴχετο, οὐδὲ πώποτε ἐπὶ πολὺ μένων ἀνεπαύετο. ἀνύσας δὲ τὴν ὁδὸν ἅμα τοῖς παισὶ παντὸς λόγου καὶ ἐλπίδος θᾶττον, τὸν ὠκεανὸν διαπλεύσας Βρεττανοῖς ἐπέστη, τούς τε πανταχόθεν στρατιώτας ἀθροίσας καὶ δύναμιν πολλὴν ἀγείρας τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο.

οἱ δὲ Βρεττανοὶ τῇ τοῦ βασιλέως ἐκπλαγέντες αἰφνιδίῳ ἐπιδημίᾳ, δύναμίν τε ἀκούσαντες παμπλείστην ἐπ̓ αὐτοὺς ἀθροισθεῖσαν, πρεσβείας ἔπεμπον περί τε εἰρήνης διελέγοντο, ἀπολογεῖσθαί τε ἐβούλοντο

πρὸς τὰ προημαρτημένα. ὁ δὲ Σἑ??ʼῆρος διατριβάς τε χρόνου ζητῶν, ὡς ἂν μὴ πάλιν ἐς τὴν Ῥώμην ἐπείγοιτο, ἔτι δὲ καὶ βουλόμενος προσκτήσασθαι τὴν κατὰ Βρεττανῶν νίκην τε καὶ προσηγορίαν, τοὺς μὲν πρέσβεις αὐτῶν ἀπράκτους ἀπέπεμψεν, εὐτρέπιζε δὲ τὰ πρὸς τὴν μάχην. μάλιστα δὲ γεφύραις ἐπειρᾶτο διαλαμβάνειν τὰ ἑλώδη χωρία, ὡς ἂν ἐπ̓ ἀσφαλοῦς βαίνοντες οἱ στρατιῶται ῥᾳδίως τε αὐτα διατρέχοιεν καὶ ἐπ̓ ὀχυροῦ βήματος ἑδραίως ἑστῶτες μάχοιντο.

τὰ γὰρ πλεῖστα τῆς Βρεττανῶν χώρας ἐπικλυζόμενα ταῖς τοῦ ὠκεανοῦ συνεχῶς ἀμπώτισιν ἑλώδη γίνεται: οἷς ἔθος τοῖς μὲν βαρβάροις ἐννήχεσθαί τε καὶ διαθεῖν βρεχομένοις μέχρις ἰξύων: γυμνοὶ γὰρ ὄντες τὰ πλεῖστα

τοῦ σώματος τῆς ἰλύος καταφρονοῦσιν. οὐδὲ γὰρ

p.97
ἐσθῆτος ἴσασι χρῆσιν, ἀλλὰ τὰς μὲν λαπάρας καὶ τοὺς τραχήλους κοσμοῦσι σιδήρῳ, καλλώπισμα τοῦτο καὶ πλούτου σύμβολον νομίζοντες ὥσπερ τὸν χρυσὸν οἱ λοιποὶ βάρβαροι, τὰ δὲ σώματα στίζονται γραφαῖς ποικίλαις καὶ ζῴων παντοδαπῶν εἰκόσιν: ὅθεν οὐδ̓ ἀμφιέννυνται, ἵνα μὴ σκέπωσι τοῦ σώματος τὰς γραφάς.

εἰσὶ δὲ μαχιμώτατοί τε καὶ φονικώτατοι, ἀσπίδα μόνην στενὴν προβεβλημένοι καὶ δόρυ, ξίφος δὲ παρηρτημένοι γυμνοῦ σώματος. θώρακος δὲ ἢ κράνους οὐκ ἴσασι χρῆσιν, ἐμπόδιον νομίζοντες πρὸς τὴν δίοδον τῶν ἑλῶν, ἐξ ὧν τῆς ἀναθυμιάσεως καὶ παχύτητος ὁ κατ̓ ἐκείνην τὴν χώραν ἀὴρ ζοφώδης ἀεὶ φαίνεται. πρὸς δὴ ταῦτα ὁ Σἑ??ʼῆρος ἐξήρτυεν ὅσα συνοίσειν ἔμελλε τῷ Ῥωμαίων στρατῷ λυπήσειν δὲ καὶ ἐμποδιεῖν τὴν τῶν βαρβάρων ὁρμήν.

ὡς δὲ αὐτάρκως ὤφθη αὐτῷ τὰ πρὸς τὸν πόλεμον εὐτρεπίσθαι, τὸν μὲν νεώτερον τῶν υἱῶν, τὸν Γέταν καλούμενον, καταλιπὼν ἐν τῷ ὑπὸ Ῥωμαίους ἔθνει δικάσοντά τε καὶ τὰ πολιτικὰ τῆς ἀρχῆς διοικήσοντα, δοὺς αὐτῷ συνέδρους τῶν φίλων τοὺς πρεσβυτέρους, τὸν δὲ Ἀντωνῖνον παραλαβὼν ἐπὶ τοὺς

βαρβάρους ἠπείγετο. ὑπερβάντος δὲ τοῦ στρατοῦ τὰ προβεβλημένα ῥεύματά τε καὶ χώματα τῆς Ῥωμαίων ἀρχῆς συμβολαὶ καὶ ἀκροβολισμοὶ πολλάκις ἐγίνοντο τροπαί τε τῶν βαρβάρων. ἀλλὰ τοῖς μὲν ῥᾳδία ἦν ἡ φυγή, καὶ διελάνθανον ἔν τε δρυμοῖς καὶ ἕλεσι καὶ τῇ τῶν χωρίων γνώσει, ἅπερ πάντα Ῥωμαίοις ὄντα ἐναντία πλείονα παρέσχε τῷ πολέμῳ τὴν διατριβήν: