Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐπὶ ταύταις δὴ ταῖς συνθήκαις ἀνελθὼν ὁ χιλιάρχης εἰσῆλθε μὲν διὰ πάσης τῆς βασιλικῆς οἰκίας κατὰ τὸ ἔθος ἀκωλύτως: εἰδὼς δὲ ἀδύνατον ὂν δύο διαχειρίσασθαι βασιλέας, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, ἐπιστὰς τῷ δωματίῳ τοῦ Σἑ??ʼήρου, καλέσας τοὺς τοῦ βασιλικοῦ θαλάμου φύλακας, ἠξίωσεν εἰσαχθῆναι πρὸς αὐτὸν ὡς δὴ ὑπὲρ σωτηρίας αὐτῷ

τινὰ ἀγγέλλων. οἳ δὲ δηλώσαντες τῷ Σἑ??ʼήρῳ, καὶ κελεύσαντος αὐτοῦ, τὸν χιλίαρχον εἰσήγαγον. ὃ δὲ εἰσελθών ἥκω σοι ἔφη, ὦ δέσποτα, ὡς μὲν ὁ πέμψας οἴεται, φονεὺς καὶ δήμιος, ὡς δ̓ αὐτὸς εὔχομαί τε καὶ βούλομαι, σωτήρ τε καὶ εὐεργέτης. Πλαυτιανὸς γὰρ ἐπιβουλεύων τῇ ἀρχῇ ἐνετείλατό μοι φόνον σόν τε καὶ τοῦ παιδός, καὶ τοῦτο οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι: καὶ μαρτυρεῖ τὸ γραμματεῖον.

p.92
ἐγὼ δὲ ὑπεσχόμην μέν, ὅπως μὴ ἐμοῦ τὸ ἔργον παραιτησαμένου ἄλλῳ ἐγχειρισθῇ: σοὶ δὲ ταῦτα δηλώσων

ἥκω, ὡς ἂν μὴ λάθῃ τὰ τολμώμενα. τοιαῦτά τινα λέγοντος αὐτοῦ καὶ δακρύοντος οὐκ εὐθέως ὁ Σἑ??ʼῆρος ἐπίστευσεν, ἀλλ̓ ἅτε πολὺ ἔχων ἐν τοῖς στέρνοις τὸ Πλαυτιανοῦ φίλτρον, συσκευήν τινα καὶ σκηνὴν τὸ πρᾶγμα ὑπώπτευσεν, ἡγεῖτό τε τὸν υἱὸν αὑτοῦ ἔχθει τῷ Πλαυτιανοῦ καὶ μίσει τῆς ἐκείνου θυγατρὸς εὑρηκέναι τινὰ τέχνην κατ̓ αὐτοῦ καὶ διαβολὴν

θανατηφόρον. μεταπεμψάμενος δὲ τὸν υἱὸν ᾐτιᾶτο ὡς τοιαῦτα συσκευάζοντα κατ̓ ἀνδρὸς εὔνου καὶ οἰκείου. ὁ δὲ Ἀντωνῖνος τὰ μὲν πρῶτα ἀπώμνυτο, μηδ̓ εἰδέναι φάσκων τὰ λεγόμενα: ἐγκειμένου δὲ τοῦ χιλιάρχου καὶ τὸ γραμματεῖον δεικνύοντος παρεθάρσυνέ τε αὐτὸν καὶ προύτρεπεν ἐς τοὺς ἐλέγχους ὁ Ἀντωνῖνος. ὁ δὲ χιλιάρχης ὁρῶν ἐς ὅσον κίνδυνον ἥκει, δεδιώς τε τὴν πρὸς τὸν Πλαυτιανὸν τοῦ Σἑ??ʼήρου εὔνοιαν, ἐπιστάμενός τε ὡς, εἰ λάθοι ἡ ἐπιβουλὴ καὶ μὴ ἐλεγχθείη, ὄλεθρος αὐτῷ οὐχ ὁ τυχὼν ἐπήρτηται,

καὶ τίνα ἔφη, ὦ δέσποται, ἔλεγχον μείζονα βούλεσθε, ἢ ποίαν ἀπόδειξιν φανερωτέραν; ἐπιτρέψατε γὰρ δή μοι ἔφη προελθόντι τῶν βασιλείων διά τινος τῶν ἐμοὶ πιστῶν δηλῶσαι ὅτι δὴ τὸ ἔργον κατείργασται. ὃ δὲ ἀφίξεται πιστεύσας, καὶ οἰόμενος ἔρημα τὰ βασίλεια καταλήψεσθαι. ὅταν δὲ ἀφίκηται, ὑμέτερον ἤδη ἔργον εὑρεῖν τὴν ἀλήθειαν. ἡσυχίαν δὲ εἶναι πολλὴν ἀνὰ τὰ βασίλεια κελεύσατε, ὅπως μὴ τὸ πραττόμενον προγνωσθὲν ἀνατραπῇ.

ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων ἑαυτῷ ἀγγεῖλαι Πλαυτιανῷ ἥκειν τὴν ταχίστην: κεῖσθαι γὰρ ἀμφοτέρους τοὺς βασιλέας, καὶ δεῖν αὐτὸν ἔνδον εἶναι πρὶν ἔκπυστα τῷ δήμῳ γενέσθαι, ὡς ἂν

p.93
τῆς ἀκροπόλεως κατειλημμένης καὶ τῆς βασιλείας ἱδρυμένης ἑκόντες τε καὶ ἄκοντες πάντες ὑπακούοιεν οὐκ

ἐσομένῳ βασιλεῖ ἀλλ̓ ἤδη ὄντι. τούτοις πιστεύσας ὁ Πλαυτιανὸς ἤδη περὶ δείλην ἑσπέραν, ἀρθεὶς ταῖς ἐλπίσι, θώρακα μὲν ἀμφιέννυται τῆς τοῦ σώματος ἀσφαλείας χάριν, κρύψας δὲ αὐτὸν τῇ λοιπῇ ἐσθῆτι, ἐπιβὰς ὀχήματος αἰφνιδίως ἐς τὰ βασίλεια ἠπείγετο, ὀλίγων αὐτὸν παραπεμπόντων, οἳ παρῆσαν οἰόμενοι

κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα ἐπείξαντα. ὡς δὲ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως εἰσῆλθεν, ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων: ὑπαντώμενος δ̓ ὁ χιλίαρχος ἐνεδρεύων τε προσεῖπεν αὐτοκράτορα, καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς ἐς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι

τὰ τῶν βασιλέων σώματα. ἤδη δὲ παρεσκευάκει ὁ Σἑ??ʼῆρος νεανίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ συλλήψονται αὐτὸν εἰσελθόντα. ὁ δὲ Πλαυτιανὸς ἐφ̓ ἑτέραις ἐσελθὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους ἑστῶτας, συλληφθείς τε κατείχετο: καὶ ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτό τε, φάσκων πάντα ψευδῆ εἶναι καὶ συσκευὴν

κατ̓ αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι. πολλὰς δὲ τοῦ μὲν Σἑ??ʼήρου ὀνειδίζοντος εὐεργεσίας τε καὶ τιμάς, τοῦ δὲ πίστεώς τε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος, ἠρέμα πως ὁ Σἑ??ʼῆρος ὑπήγετο πειθοῖ τῶν ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ̓ αὐτῷ ἐσθῆτος. ὅπερ ἰδὼν ὁ Ἀντωνῖνος, νέος θρασὺς θυμοειδής

τε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, ἀλλὰ πρὸς δύο ἔφη ταῦτα τί ἂν ἀποκρίναιο; ἥκεις πρὸς βασιλέας ἑσπέρας μὴ κελεύσαντας: ὅ τε θώραξ σοι τί βούλεται; τίς γὰρ ἐς ἑστίασιν ἢ κῶμον ὡπλισμένος

p.94
ἔρχεται; καὶ ταῦτα εἰπὼν κελεύει τῷ χιλιάρχῳ τοῖς τε παροῦσι σπασαμένοις τὰ ξίφη φονεῦσαι τὸν ἄνδρα

ὡς ὁμολογουμένως πολέμιον. οἳ δὲ μὴ μελλήσαντες κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσί τε αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ μισούντων ὑβρισθείη. τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο, ἀπλήστῳ τε ζήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος ἐν τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ: