Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

αὐτόν. ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σἑ??ʼῆρον πρεσβύτην τε ἤδη καὶ ὑπὸ νόσου συνεχῶς ἐνοχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλάς, δρᾶσαί τι μᾶλλον

φθάσας ἢ παθεῖν ἀναμείνας ἠθέλησεν. ἔτι τε αὐτὸν καὶ πολλὰ ἦν τὰ πρὸς βασιλείας ἐπιθυμίαν ἀναπείθοντα, πλούτου τε περιβολὴ ἣ μὴ πρότερόν τινι ἰδιωτεύοντι ἐγένετο, στρατιωτῶν τε θεραπεῖαι, τιμαί τε αἱ παρὰ τῶν ἀρχομένων, σχῆμά τε ᾧ προῄει: ἠμφίεστο γὰρ τήν τε πλατύσημον ἐσθῆτα, ἔν τε τοῖς δεύτερον ὑπατεύσασιν ἐτέτακτο, παρῃώρητό τε αὐτῷ ξίφος, καὶ παντὸς ἀξιώματος σχῆμα ἔφερε μόνος.

προϊὼν δὲ φοβερὸς ἦν, ὡς μήτε τινὰ προσιέναι, ἀλλὰ καὶ τοὺς ὑπαντωμένους ἀναστρέφειν: οἵ τε προϊόντες αὐτοῦ ἐκήρυττον μηδένα παρεστάναι μηδ̓ ἐς αὐτὸν βλέπειν, ἀλλ̓ ἀποστρέφεσθαι καὶ κάτω βλέπειν. οἷσπερ καὶ ὁ Σἑ??ʼῆρος ἀγγελλομένοις οὐ πάνυ τι

p.90
ἠρέσκετο, ἀλλ̓ ἐπαχθὴς ἤδη καὶ βαρὺς κἀκείνῳ ἐγένετο, ὡς καὶ περιελεῖν τινὰ αὐτοῦ τῆς ἐξουσίας τὸν Σἑ??ʼῆρον, καὶ πεῖσαι κολούειν τὸ ὑπερβάλλον τῆς

ἀλαζονείας. ἃ δὴ μὴ φέρων ὁ Πλαυτιανὸς ἐτόλμησεν ἐπιβουλεῦσαι τῇ ἀρχῇ. καὶ μηχανᾶται τοιάδε. Σατορνῖνος ἦν εἷς τῶν ὑπ̓ αὐτῷ χιλιαρχούντων. οὗτος ὑπερβαλλόντως τὸν Πλαυτιανὸν ἐθεράπευε: καὶ πάντων μὲν τοῦτο ποιούντων, ἐκεῖνος δὲ πλείονι θρησκείᾳ ᾠκείωτο αὐτόν. τοῦτον πιστότατον ἡγούμενος καὶ ἀπορρήτους μόνον οἷόν τε φυλάξαι καὶ πληρῶσαι ἐντολάς, περὶ δείλην μεταπεμψάμενος πάντων ἀνακεχωρηκότων

νῦν σοι καιρός ἔφη τέλος γενναῖον ἐπιθεῖναι εὐνοίᾳ τε καὶ ὑπηρεσίᾳ ἣν πρός με ἐπεδείξω, ἐμοί τε ἀμείψασθαί σε κατ̓ ἀξίαν καὶ τὴν προσήκουσαν χάριν ἀποδοῦναι. πρόκειται δέ σοι αἵρεσις ἢ τοῦ εἶναι ὅπερ ἐμὲ νῦν ὁρᾷς ὄντα, καὶ τήνδε τὴν ἐξουσίαν παραλαβεῖν διαδεξάμενόν με, ἢ τεθνάναι

αὐτίκα ἀπειθείας ὑποσχόντα τιμωρίαν. μηδέ σε τοῦ ἔργου τὸ μέγεθος ἐκπληττέτω, μηδὲ τὸ τῶν βασιλέων ὄνομα ταραττέτω. εἰσιέναι γὰρ μέχρι τοῦ δωματίου ἔνθα ἀναπαύονται δύνασαι μόνος, ἅτε τὴν νυκτερινὴν φρουρὰν ἐκ περιόδου ἐγκεχειρισμένος. ὅ τι δ̓ ἂν μέλλῃς πράττειν, λανθάνων ἀκωλύτως ἐς τέλος ἄξεις, ἐπεὶ μήτ̓ ἐμὲ τοιαῦτα ἔτι κελεῦσαι προσδόκα

μήτε σὲ ἐπακοῦσαι. ἄνελθε δὴ ἐς τὴν βασίλειον αὐλήν, καὶ ὥς τινας ἀγγελίας ἐπειγούσας καὶ ἀπορρήτους παῤ ἐμοῦ φέρων ἐπεισελθὼν αὐτοῖς ἀπόκτεινον. ἀνὴρ δὲ γενναῖος γενοῦ, ῥᾳδίως κατεργασάμενος πρεσβύτην τε καὶ παιδάριον. μετασχὼν γὰρ τὸ μέρος τῶν κινδύνων, μεθέξεις καὶ τῶν μεγίστων τῆς κατορθώσεως τιμῶν.

ταῦτα ἀκούσας ὁ χιλιάρχης ἐξεπλάγη μὲν τὴν

p.91
ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώμην, ἀλλ̓ ἅτε ἀνὴρ οὐκ ἔξω φρενῶν καθεστώς ʽκαὶ γὰρ ἦν τῷ γένει Σύρος, δριμύτεροι δ̓ ὡς πρὸς τὰς ἐννοίας οἱ ὑπὸ τὴν ἀνατολὴν ἄνθρωποἰ τὸν θυμὸν ὁρῶν ἐνθουσιῶντα τοῦ κελεύοντος καὶ τὴν ἐξουσίαν εἰδὼς οὐκ ἀντεῖπεν, ὡς μὴ παῤ αὐτὰ κολασθείη, προσποιησάμενος δὲ εὐκταῖα καὶ ἀσπαστὰ ἀκούειν, προσκυνήσας τε ὡς ἤδη βασιλέα, γραμματεῖον ᾔτησε τοῦ φόνου φέρον τὰς ἐντολάς.

ἔθος γὰρ τοῦτο τυραννικόν, εἴ τινα ἐκπέμποιεν ἐπὶ φόνον ἄκριτον, ἐντέλλεσθαι τοῦτο διὰ γραμμάτων, ἵνα μὴ γινόμενον ᾖ ἀκατασήμαντον. ὁ δὲ Πλαυτιανὸς τυφλώττων τῇ ἐπιθυμίᾳ δίδωσιν αὐτῷ τὸ γραμματεῖον, καὶ ἐκπέμπει ἐπὶ τὸν φόνον, ἐντειλάμενος, ἐπὴν ἀμφοτέρους διαχρήσηται, πρὶν διαβόητον γενέσθαι τὸ πραχθὲν πέμψαι τοὺς καλέσοντας αὐτόν, ἵνα ὀφθῇ πρότερον ἐν τοῖς βασιλείοις ἢ ἀκουσθῇ τὴν βασιλείαν παραλαβών.