Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

φονεῖς: ὁ δὲ Σἑ??ʼῆρος σὺν παντὶ τῷ λοιπῷ στρατῷ ὡπλισμένῳ ἐς τὴν Ῥώμην ἀφικνεῖται, ἔκπληξίν τε καὶ δέος ἅμα τῷ ὀφθῆναι τοῖς Ῥωμαίοις ἐνέβαλε τοῖς οὕτω τετολμημένοις τε καὶ εὐτυχηθεῖσιν ἔργοις. ὁ δὲ δῆμος καὶ ἡ σύγκλητος δαφνηφοροῦντες ὑπεδέχοντο πρῶτον ἀνθρώπων καὶ βασιλέων ἀναιμωτί τε καὶ

ἀκονιτὶ τοσαῦτα κατωρθωκότα. πάντα γὰρ ἐν αὐτῷ ἐθαυμάζετο, μάλιστα δὲ τὸ ἀγχίνουν τῆς γνώμης τό τε τῶν πόνων γενναῖον καὶ τὸ ἐς τὰ τολμώμενα ἅμα τῷ θαρραλέῳ εὔελπι. ἐπεὶ τοίνυν ὅ τε δῆμος αὐτὸν ἀποδεξάμενος εὐφήμησεν ἥ τε σύγκλητος ἐπὶ ταῖς τῆς πόλεως εἰσόδοις προσηγόρευσεν, ἀνελθὼν ἐς τὸ τοῦ Διὸς τέμενος καὶ θύσας, ἔν τε τοῖς λοιποῖς ἱεροῖς νόμῳ

βασιλικῷ καλλιερήσας, ἀνῆλθεν ἐς τὰ βασίλεια. τῆς δὲ ἐπιούσης κατελθὼν ἐς τὴν σύγκλητον λόγους ἐπιεικεῖς πάνυ καὶ χρηστῶν ἐλπίδων μεστοὺς ἐποιεῖτο πρὸς πάντας, καὶ κοινῇ καὶ ἰδίᾳ δεξιούμενος, λέγων ἥκειν μὲν ἔκδικος τοῦ Περτίνακος φόνου, τὴν δ̓ ἀρχὴν παρέξειν καὶ εἴσοδον ἀριστοκρατίας, μήτε δὲ ἄκριτόν τινα φονευθήσεσθαι ἢ δημευθήσεσθαι, μήτε συκοφαντοῦντος ἀνέξεσθαι, ἀλλὰ βαρυτάτην εὐδαιμονίαν

p.66
τοῖς ἀρχομένοις παρέξειν, καὶ πάντα πράξειν ἐς ζῆλον τῆς Μάρκου ἀρχῆς, ἕξειν δὲ τοῦ Περτίνακος οὐ μόνον

τοὔνομα ἀλλὰ καὶ τὴν γνώμην. τοιαῦτά τινα λέγων ὑπηγάγετο τοὺς πλείστους ἐς εὔνοιαν καὶ πίστιν ὧν ὑπισχνεῖτο. ἦσαν δέ τινες τῶν πρεσβυτέρων καὶ γνωριζόντων αὐτοῦ τὸν τρόπον, οἳ προύλεγον λανθάνοντες ὅτι ἄρα εἴη ἀνὴρ πολύτροπός τις καὶ μετὰ τέχνης εἰδὼς προσφέρεσθαι πράγμασιν, ὑποκρίνασθαί τε καὶ προσποιήσασθαι πᾶν ὁτιοῦν ἱκανώτατος, ἔτι δ̓ ἀνύσαι καὶ τὸ χρειῶδες καὶ τὸ λυσιτελὲς αὑτῷ: ὅπερ καὶ ὕστερον ἔργῳ δέδεικται.

διατρίψας οὖν ὀλίγον χρόνον ὁ Σἑ??ʼῆρος ἐν τῇ Ῥώμῃ, καὶ νομὰς ἐπιδοὺς τῷ δήμῳ μεγαλοφρόνως, θέας τε ἐπιτελέσας, τοῖς τε στρατιώταις πολλὰ δωρησάμενος, καὶ τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐς τὸ δορυφόρους εἶναι τῆς βασιλείας τόπῳ τῶν ἀπεζωσμένων,

ἐπὶ τὴν ἀνατολὴν ἠπείγετο: ἔτι γὰρ μέλλοντος καὶ ὑπτιάζοντος τοῦ Νίγρου, τῇ τε Ἀντιοχείᾳ ἐντρυφῶντος, ἐπιστῆναι μηδὲ προσδοκώμενος ἤθελεν, ὅπως ἀπαράσκευον αὐτὸν λάβοι. τούς τε οὖν στρατιώτας ἐκέλευσε παρασκευάζεσθαι πρὸς τὴν ἔξοδον, συνεκρότει τε καὶ πανταχόθεν στράτευμα, ἔκ τε τῶν κατὰ τὴν Ἰταλίαν πόλεων νεανίας μεταπεμπόμενος καὶ στρατεύων, εἴ τέ τι ἦν ἐν τῷ Ἰλλυρικῷ τοῦ στρατιωτικοῦ λείψανον, κατελθὸν ἐπὶ Θρᾴκην ἐκέλευεν

αὑτῷ συντυχεῖν. ἐξήρτυε δὲ καὶ στόλον ναυτικόν, καὶ πάσας τὰς κατὰ τὴν Ἰταλίαν τριήρεις ὁπλιτῶν πληρώσας ἐξέπεμπε. πολλή τε αὐτῷ καὶ παντοδαπὴ δύναμις μεγίστῳ τάχει συνεσκευάσθη: ᾔδει γὰρ οὐ μικρᾶς δυνάμεως δεόμενος πρὸς πᾶσαν τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ τὰ Νίγρου φρονοῦσαν. τὰ μὲν δὴ πρὸς τὸν πόλεμον γενναίως εὐτρέπιζεν,

p.67

ἅτε δὲ ἀνὴρ προμηθής τε καὶ νήφων ὑπώπτευε τὴν ἐν Βρεττανίᾳ δύναμιν πολλήν τε οὖσαν καὶ μεγίστην ἀνδρῶν τε μαχιμωτάτων. ἦρχε δ̓ αὐτῆς πάσης Ἀλβῖνος, ἀνὴρ τὸ μὲν γένος τῶν ἐκ τῆς συγκλήτου εὐπατριδῶν, ἐν πλούτῳ δὲ καὶ τρυφῇ ἐκ πατέρων

ἀνατραφείς. τοῦτον τοίνυν ἠθέλησεν ὁ Σἑ??ʼῆρος σοφίσματι προλαβὼν οἰκειώσασθαι, μή πως ἄρα τοιαῦτα ἔχων ἐναύσματα ἐς βασιλείας ἐπιθυμίαν, θαρρῶν ἢ πλούτῳ καὶ γένει δυνάμει τε στρατοῦ γνώσει τε τῇ παρὰ Ῥωμαίοις, ἐπιθῆται τοῖς πράγμασι καὶ τὴν Ῥώμην οὐ πολύ τι ἀφεστῶσαν ἐκείνου κατὰ τὴν ἀνατολὴν

ἀσχοληθέντος ὑποποιήσηται. τιμῇ τοίνυν προσποιήτῳ δελεάζει τὸν ἄνθρωπον, καὶ ἄλλως μὲν ὄντα τὴν γνώμην χαῦνον καὶ ἁπλοϊκώτερον, τότε δὲ καὶ πολλὰ διὰ γραμμάτων ὀμόσαντι τῷ Σἑ??ʼήρῳ πιστεύσαντα. Καίσαρα δὲ αὐτὸν ἀποδεικνύει, φθάσας αὐτοῦ τὴν ἐλπίδα καὶ τὴν ἐπιθυμίαν τῇ τῆς ἐξουσίας

κοινωνίᾳ. ἐπιστέλλει δὲ αὐτῷ φιλικώτατα γράμματα δῆθεν, ἱκετεύων ἐπιδοῦναι αὑτὸν ἐς τὴν τῆς ἀρχῆς φροντίδα: δεῖσθαι γὰρ ἀνδρὸς εὐγενοῦς καὶ τοιούτου τήν τε ἡλικίαν ἔτι ἀκμάζοντος αὐτὸν ὄντα πρεσβύτην καὶ ὑπὸ νόσου ἀρθρίτιδος ἐνοχλούμενον, τῶν τε παίδων αὐτῷ ὄντων πάνυ νηπίων. οἷς πιστεύσας ὁ Ἀλβῖνος τὴν τιμὴν ὑπεδέξατο ἀσπαστῶς, ἀγαπήσας ἄνευ

μάχης καὶ κινδύνου λαβεῖν ταῦτα ὧν ὠρέγετο. ὁ δὲ Σἑ??ʼῆρος καὶ πρὸς τὴν σύγκλητον τὰ αὐτὰ ἀνενεγκών, ὡς ἂν μᾶλλον αὐτὸν ἐς πίστιν ὑπαγάγοιτο, νομίσματά τε αὐτοῦ κοπῆναι ἐπέτρεψε, καὶ ἀνδριάντων ἀναστάσεσι ταῖς τε λοιπαῖς τιμαῖς τὴν δοθεῖσαν χάριν ἐπιστώσατο. ἐπεὶ δὲ αὐτῷ τὰ πρὸς τὸν Ἀλβῖνον διὰ σοφίας ἀσφαλῶς εἶχεν, οὐδέ τι δέος ἦν ἀπὸ Βρεττανίας, τό τε Ἰλλυρικὸν στράτευμα σὺν αὑτῷ πᾶν εἶχε, διῳκῆσθαι

p.68
νομίζων πάντα λυσιτελῶς τῇ ἑαυτοῦ ἀρχῇ ἐπὶ τὸν Νίγρον ἠπείγετο.