Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

Ἀνελόντες δὲ τὸν Κόμμοδον οἱ ἐπιβουλεύσαντες, ὡς ἐν τῷ πρώτῳ συντάγματι τῆς ἱστορίας δεδήλωται, κρύψαι τε τὸ γενόμενον βουλόμενοι, ὡς ἂν τοὺς φυλάσσοντας τὴν βασίλειον αὐλὴν δορυφόρους λάθοιεν, εἱλήσαντες στρωμνῇ τινὶ εὐτελεῖ τὸ σωμάτιον καὶ καταδήσαντες, ἐπιθέντες τε δυσὶν οἰκέταις τῶν πιστῶν ἑαυτοῖς, ἐκπέμπουσιν ὡς δή τι σκεῦος

τῶν ἐκ τοῦ θαλάμου περιττῶν. οἱ δὲ φέροντες διὰ μέσων ἐκφέρουσι τῶν φυλάκων, ὧν οἳ μὲν ἀπὸ μέθης ἐκραιπάλων, οἳ δὲ ἐγρηγορότες κἀκεῖνοι ἐς ὕπνον κατεφέροντο κατεχούσαις τε ταῖς χερσὶ τὰ δοράτια ἐπανεπαύοντο, οἳ δ̓ οὐ πάνυ τὸ ἐκφερόμενον τοῦ θαλάμου, ὅ τι ποτ̓ εἴη, ἐπολυπραγμόνουν, ἐπεὶ μηδὲ αὐτοῖς διέφερε ταῦτ̓ εἰδέναι. τὸ μὲν οὖν σῶμα τοῦ βασιλέως οὕτω κλαπὲν ἐκκομισθέν τε τῆς αὐλείου θύρας νύκτωρ ὀχήματι ἐπιθέντες ἐς τὸ προάστειον

p.36

ἀπέπεμψαν: ὁ δὲ Λαῖτος καὶ Ἔκλεκτος ἅμα τῇ Μαρκίᾳ τὸ πρακτέον ἐβουλεύοντο. ἔδοξε δὲ αὐτοῖς περὶ μὲν τοῦ θανάτου φήμην ἐγκατασπεῖραι, ὅτι δὴ αἰφνιδίως τετελευτήκοι ἀποπληξίας ἐπιπεσούσης: καὶ γὰρ ἐνδεχομένην πίστιν ἕξειν ᾤοντο τὴν φήμην προδιαβεβλημένης τῆς ἀκορέστου καὶ ὑπερβαλλούσης ἐκείνου τροφῆς. πρῶτον δὲ ἔδοξεν αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ καὶ σώφρονα τὸν διαδεξόμενον τὴν ἀρχήν, ὅπως αὐτοί τε σωθεῖεν καὶ ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειαν. καθ̓ ἑαυτοὺς δὴ ἀναλογιζόμενοι οὐδένα

οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα. ἦν δὲ ὁ Περτίναξ τὸ μὲν γένος Ἰταλιώτης, ἐν δὲ πολλαῖς στρατιωτικαῖς τε καὶ πολιτικαῖς εὐδοκιμήσας πράξεσι, πολλὰ δὲ κατὰ Γερμανῶν καὶ τῶν ὑπὸ τὴν ἀνατολὴν βαρβάρων ἐγείρας τρόπαια, μόνος τε περιλειφθεὶς τῶν σεμνῶν πατρῴων τῷ Κομμόδῳ φίλων: ὃν οὐκ ἀπέκτεινε, τῶν Μάρκου ἑταίρων τε καὶ στρατηγῶν ἐντιμότατον γενόμενον, ἢ διὰ σεμνότητα αἰδούμενος ἢ ὡς πένητα τηρήσας. ἦν γὰρ αὐτῷ καὶ τοῦτο μέρος τῶν ἐγκωμίων, ὅτι πλεῖστα πάντων ἐγχειρισθεὶς πάντων οὐσίαν εἶχεν ἐλάττονα.

πρὸς δὴ τοῦτον τὸν Περτίνακα νυκτὸς ἀκμαζούσης πάντων τε ὕπνῳ κατειλημμένων ἀφικνοῦνται ὁ Λαῖτος καὶ ὁ Ἔκλεκτος, ὀλίγους τῶν συνωμοτῶν ἐπαγόμενοι. ἐπιστάντες δὲ αὐτοῦ κεκλεισμένης τῆς οἰκίας ταῖς θύραις διεγείρουσι τὸν φυλάττοντα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας ἐφεστῶτας καὶ Λαῖτον, ὃν ᾔδει ἔπαρχον ὄντα, ἐκπλαγεὶς καὶ

ταραχθεὶς εἰσαγγέλλει. ὃ δὲ ἥκειν αὐτοὺς κελεύει, δεινὰ προσδοκώμενα ἑαυτῷ ἑκάστοτε συμβήσεσθαι φάσκων. ἐν τοσαύτῃ γοῦν αὐτόν φασι μεῖναι ψυχῆς

p.37
ἀταραξίᾳ ὡς μηδ̓ ἀναθορεῖν τοῦ σκίμποδος, μεῖναι δὲ ἐπὶ τοῦ σχήματος, καὶ τὸν Λαῖτον ἅμα τῷ Ἐκλέκτῳ εἰσελθόντα, καίτοι δοκοῦντα ἐπὶ φόνῳ ἥκειν, προσειπεῖν

τε, καὶ θαρροῦντι μηδὲ ὠχριάσαντι τῷ προσώπῳ πάλαι μέν φάναι καὶ πάσης νυκτὸς τόδε τὸ τέλος τοῦ βίου εἶχον δἰ ἐλπίδος, μόνος τε τῶν πατρῴων ἔτι περιλειπόμενος φίλων ἐθαύμαζον ἐπ̓ ἐμοὶ Κόμμοδον βραδύνοντα. τί δὴ μέλλετε; ὑμεῖς τε γὰρ δράσετε τὸ κεκελευσμένον, ἐγώ τε πονηρᾶς ἐλπίδος καὶ φόβου συνεχοῦς ἀπαλλάξομαι. πρὸς ταῦτα ὁ

Λαῖτος οὐ παύσῃ ἔφη ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων; οὐ γὰρ ἐπ̓ ὀλέθρῳ τῷ σῷ ἥδε ἡμῶν ἡ ἄφιξις, ἀλλ̓ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥωμαίων ἀρχῆς. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς

δρᾶσαι διενοεῖτο, ταῦτα πρὸς ἡμῶν ἔπαθεν. ἡμεῖς δὲ ἥκομέν σοι τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ σωφροσύνῃ βίου μεγέθει τε ἀξιώματος καὶ ἡλικίας σεμνότητι, ποθούμενόν τε καὶ τιμώμενον ὑπὸ τοῦ δήμου: ὅθεν κἀκείνοις εὐκταῖον καὶ ἡμῖν σωτήριον τὸ πραττόμενον ἔσεσθαι

προσδοκῶμεν. πρὸς ταῦτα ὁ Περτίναξ οὐ παύσεσθε ἔφη χλευάζοντες πρεσβύτην, καὶ τοσαύτην μου δειλίαν κατεγνωκότες ὡς πρῶτον ἀπατῆσαι βούλεσθε, εἶθ̓ οὕτω φονεῦσαι; ἀλλὰ μήν ἔφη ὁ Ἔκλεκτος, ἐπεὶ λέγουσιν ἡμῖν οὐ πεπίστευκας, λαβὼν τουτὶ τὸ γραμματεῖον ʽγνωρίζεις δὲ τὴν Κομμόδου χεῖρα, οὔσης σοι τῆς ἀναγνώσεως ἐν συνηθείᾀ

ἀνάγνωθι: οὕτω γὰρ γνώσῃ τίνα τε κίνδυνον ἐφύγομεν, καὶ ὅτι μὴ σκῆψις ἀλλ̓ ἀλήθεια πρόσεστι τοῖς λεχθεῖσιν. ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα

p.38