Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

χρόνου μὲν οὖν τινὸς ὀλίγων ἐτῶν τιμὴν πᾶσαν ἀπένεμε τοῖς πατρῴοις φίλοις, πάντα τε ἔπραττεν ἐκείνοις συμβούλοις χρώμενος: ἐπεὶ δὲ τὴν πρόνοιαν ἐνεχείρισε τῆς ἀρχῆς ἑαυτῷ, ἐπιστήσας τοῖς στρατοπέδοις Περέννιον, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, στρατιωτικὸν δ̓ εἶναι δοκοῦντα ʽδιὸ καὶ μάλιστα αὐτὸν ἔπαρχον ἐποίησε τῶν στρατοπέδων̓, τῇ τοῦ μειρακίου ἀποχρώμενος ἡλικίᾳ ἐκεῖνος εἴασεν αὐτὸν τρυφαῖς σχολάζοντα καὶ κραιπάλαις, τῆς τε φροντίδος καὶ

τῶν βασιλείων καμάτων ἀπῆγεν αὐτόν, πᾶσαν δὲ τὴν διοίκησιν τῆς ἀρχῆς αὐτὸς ἀνεδέξατο πλούτου τε ἀκρατήτῳ ἐπιθυμίᾳ καὶ τῶν μὲν προσκτωμένων ἀεὶ καταφρονήσει, τῶν δ̓ οὔπω παρόντων ἀπλήστῳ ἀντιποιήσει. τούς τε πατρῴους φίλους πρῶτος διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοί τε ἦσαν καὶ εὐγενεῖς, τούτους ἐς ὑποψίαν ἄγων τὸ μειράκιον ἐφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὐτῷ παράσχοι καὶ ἐξουσίαν ἁρπάζειν τὰ ἐκείνων κτήματα.

μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νεανίσκον ἥ τε τοῦ πατρὸς μνήμη καὶ ἡ πρὸς τοὺς φίλους αἰδώς. ἀλλὰ γάρ, ὥσπερ τινὸς πονηρᾶς καὶ βασκάνου τύχης ἀνατρεπούσης αὐτοῦ τὸ ἔτι σῶφρον καὶ κόσμιον, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομμόδῳ πρεσβυτάτη πάντων ἀδελφή. αὕτη πρότερον Λουκίῳ ʽ??ʼήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ποιησάμενος, ἐκδούς τε αὐτῷ τὴν θυγατέρα, δεσμὸν εὐνοίας ἐχυρώτατον τὴν πρὸς αὐτὸν ἐπιγαμίαν ἐποιήσατο. ἀλλ̓ ἐπεὶ συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων

p.15

Πομπηιανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν. οὐδὲν ἧττον μέντοι καὶ ὁ Κόμμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ: καὶ γὰρ ἐπὶ τοῦ βασιλείου θρόνου καθῆστο ἐν τοῖς θεάτροις, καὶ τὸ πῦρ προεπόμπευεν αὐτῆς. ἐπεὶ δὲ ὁ Κόμμοδος γυναῖκα ἠγάγετο, Κρισπῖναν ὄνομα, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικί, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα, καὶ τὴν ἐκείνης τιμὴν ἑαυτῆς ὕβριν νομίζουσα, τὸν μὲν ἑαυτῆς ἄνδρα Πομπηιανὸν εἰδυῖα ἀγαπῶντα τὸν Κόμμοδον, οὐδὲν αὐτῷ περὶ ἐπιθέσεως τῆς ἀρχῆς ἀνακοινοῦται, Κοδράτου δέ, νεανίσκου εὐγενοῦς τινὸς καὶ πλουσίου, ἐφ̓ οὗ καὶ λανθανούσῃ συνουσίᾳ διεβάλλετο, πεῖραν τῆς γνώμης λαμβάνουσα, περί τε τῆς προεδρίας συνεχῶς ἀπωδύρετο, καὶ κατ̓ ὀλίγον ἀνέπεισε τὸν νεανίσκον ὀλέθρια βουλεύσασθαι ἑαυτῷ τε καὶ πάσῃ τῇ συγκλήτῳ.

συνωμότας γὰρ ἐκεῖνος τῆς ἐπιβουλῆς λαβών τινας τῶν ἐξεχόντων, ἀναπείθει νεανίσκον τινά, καὶ αὐτὸν ὄντα τῆς βουλῆς, Κυιντιανὸν ὄνομα, προπετῆ δὲ καὶ θρασύν, λαβόντα ἐγχειρίδιον ὑπὸ κόλπου, καιρὸν φυλάξαντα καὶ τόπον ἐπιτήδειον ἐπιπεσεῖν τε τῷ Κομμόδῳ καὶ φονεῦσαι, τὰ λοιπὰ φήσας αὐτὸς κατορθώσεσθαι

χρημάτων ἐπιδόσει. ὃ δ̓ ὑποστὰς ἐν τῇ τοῦ ἀμφιθεάτρου εἰσόδῳ ʽζοφώδης δὲ αὕτη, διὸ καὶ λήσεσθαι ἤλπισἐ, γυμνώσας τὸ ξιφίδιον, ἐπελθών τε αἰφνιδίως τῷ Κομμόδῳ, καὶ μεγάλῃ φωνῇ προειπὼν ὑπὸ τῆς συγκλήτου αὐτῷ ἐπιπεπέμφθαι, τρῶσαι μὴ φθάσας, ἀλλ̓ ἐν ᾧ περὶ τὴν τῶν ῥημάτων προφορὰν ἠσχολεῖτο καὶ τὴν δεῖξιν τοῦ ξίφους, συλληφθεὶς ὑπὸ τῶν σωματοφυλάκων τοῦ βασιλέως, δίκην ἀνοίας ὑπέσχεν, ὃς προεῖπε τὸ βεβουλευμένον μᾶλλον ἢ

p.16
ἔδρασε, παρέσχε τε αὑτῷ μὲν προγνωσθέντι ἁλῶναι, ἐκείνῳ δὲ προμαθόντι φυλάξασθαι.

αὕτη μὲν δὴ πρώτη καὶ μεγίστη αἰτία τῷ μειρακίῳ μίσους ἐγένετο πρὸς τὴν σύγκλητον βουλήν, ἔτρωσέ τε αὐτοῦ τὴν ψυχὴν τὰ λεχθέντα, καὶ κοινοὺς ἐχθροὺς πάντας ἡγεῖτο, μεμνημένος ἀεὶ τῆς τοῦ ἐπιδραμόντος

φωνῆς. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασίς τε καὶ ὑπόθεσις αὐτάρκης: ἐκκόπτειν γὰρ ἀεὶ καὶ κολούειν αὐτῷ συνεβούλευε τοὺς ὑπερέχοντας, ὧν ἁρπάζων τὰς οὐσίας ῥᾷστα πλουσιώτατος ἐγένετο τῶν καθ̓ αὑτὸν ἀνθρώπων. γενομένης δ̓ ἐξετάσεως διὰ τοῦ Περεννίου ἀκριβεστέρας, τήν τε ἀδελφὴν ὁ Κόμμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ἐφ̓ οἱαισδήποτε διαβληθέντας ὑποψίαις.