Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐλάφους μὲν οὖν καὶ δορκάδας, ὅσα τε κερασφόρα πλὴν ταύρων, συνθέων αὐτοῖς καὶ καταδιώκων ἔβαλλε, φθάνων τε αὐτῶν τὸν δρόμον καὶ πληγαῖς καιρίαις ἀναιρῶν: λέοντας δὲ καὶ παρδάλεις, ὅσα τε ζῷα γενναῖα, περιθέων ἄνωθεν κατηκόντιζεν. οὐδέ τις εἶδεν ἀκόντιον δεύτερον οὐδὲ τραῦμα ἄλλο πλὴν τοῦ

θανατηφόρου: ἅμα γὰρ τῇ τοῦ ζῴου ὁρμῇ κατά γε μετώπου ἢ κατὰ καρδίας ἔφερε τὴν πληγήν, καὶ οὐδέποτε σκοπὸν ἄλλον ἔσχεν οὐδὲ ἐπ̓ ἄλλο μέρος ἦλθε τὸ ἀκόντιον τοῦ σώματος, ὡς μὴ ἅμα τε τρῶσαι καὶ φονεῦσαι. τὰ δὲ πανταχόθεν ζῷα ἠθροίζετο αὐτῷ.

τότε γοῦν εἴδομεν ὅσα ἐν γραφαῖς ἐθαυμάζομεν: ἀπό τε γὰρ Ἰνδῶν καὶ Αἰθιόπων, εἴ τι πρότερον ἄγνωστον ἦν, μεσημβρίας τε καὶ τῆς ἀρκτῴας γῆς ζῷα πάντα φονεύων Ῥωμαίοις ἔδειξε. τὸ δ̓ εὔστοχον τῆς χειρὸς αὐτοῦ πάντες ἐξεπλήττοντο. λαβὼν οὖν ποτὲ βέλη ὧν αἱ ἀκμαὶ ἦσαν μηνοειδεῖς, ταῖς Μαυρουσίαις στρουθοῖς ὀξύτατα φερομέναις καὶ ποδῶν τάχει καὶ κολπώσει πτερῶν ἐπαφιεὶς τὰ βέλη κατ̓ ἄκρου τοῦ

p.30
τραχήλου ἐκαρατόμει, ὡς τῶν κεφαλῶν ἀφῃρημένας ὁρμῇ τοῦ βέλους ἔτι περιθεῖν αὐτὰς ὡς μηδὲν παθούσας.

παρδάλεως δέ ποτε ὀξυτάτῳ δρόμῳ τὸν ἐκκαλούμενον καταλαβούσης, φθάσας τῷ ἀκοντίῳ μέλλουσαν δήξεσθαι, τὴν μὲν ἀπέκτεινε τὸν δὲ ἐρρύσατο, φθάσας τῇ τοῦ δόρατος αἰχμῇ τὴν τῶν ὀδόντων ἀκμήν. λεόντων δέ ποτε ἐξ ὑπογαίων ἑκατὸν ἀναρριφθέντων ἰσαρίθμοις ἀκοντίοις πάντας ἀπέκτεινεν, ὡς ἐπὶ πολὺ κειμένων τῶν πτωμάτων δἰ αὐτὸ τοῦτο ἐπὶ σχολῆς πάντας ἀριθμῆσαι καὶ μηδὲν ἰδεῖν περιττὸν ἀκόντιον.

μέχρι μὲν οὖν τούτων, εἰ καὶ βασιλείας τὰ πραττόμενα ἦν ἀλλότρια, πλὴν ἀνδρείας καὶ εὐστοχίας παρὰ τοῖς δημώδεσιν εἶχέ τινα χάριν: ἐπεὶ δὲ καὶ γυμνὸς ἐς τὸ ἀμφιθέατρον εἰσῆλθεν ὅπλα τε ἀναλαβὼν ἐμονομάχει, τότε σκυθρωπὸν εἶδεν ὁ δῆμος θέαμα, τὸν εὐγενῆ Ῥωμαίων βασιλέα, μετὰ τοσαῦτα τρόπαια πατρός τε καὶ προγόνων, οὐκ ἐπὶ βαρβάρους ὅπλα λαμβάνοντα στρατιωτικὰ ἢ Ῥωμαίων ἀρχῇ πρέποντα, καθυβρίζοντα δὲ τὸ ἀξίωμα αἰσχίστῳ καὶ μεμιασμένῳ

σχήματι. ὃ μὲν οὖν μονομαχῶν ῥᾳδίως τῶν ἀνταγωνιστῶν περιεγένετο, καὶ μέχρι τραυμάτων προεχώρει, ὑπεικόντων ἁπάντων καὶ τὸν βασιλέα, οὐ τὸν μονομάχον ἐννοούντων. ἐς τοσοῦτον δὲ προεχώρησε μανίας ὡς μηκέτι βούλεσθαι μηδὲ τὴν βασίλειον οἰκεῖν ἑστίαν: ἀλλὰ γὰρ μετοικισθῆναι ἐβούλετο ἐς τὸ τῶν μονομάχων καταγώγιον. ἑαυτὸν δὲ οὐκέτι Ἡρακλέα, ἀλλὰ τῶν μονομαχούντων ἐνδόξου τινὸς προτετελευτηκότος

ὀνόματι καλεῖσθαι προσέταξε. τοῦ δὲ μεγίστου ἀγάλματος κολοσσιαίου, ὅπερ σέβουσι Ῥωμαῖοι εἰκόνα φέρον ἡλίου, τὴν κεφαλὴν ἀποτεμὼν ἱδρύσατο ἑαυτοῦ, ὑπογράψας τῇ βάσει οὐχ ἃς εἰώθασι

p.31
βασιλικὰς καὶ πατρῴους προσηγορίας, ἀντὶ δὲ Γερμανικοῦ μονομάχους χιλίους νικήσαντος.

ἔδει δὲ ἄρα ποτὲ κἀκεῖνον παύσασθαι μεμηνότα καὶ τὴν Ῥωμαίων ἀρχὴν τυραννουμένην. νέου μὲν γὰρ ἔτους τῆς ἐπιούσης ἔμελλεν ἡμέρασ—σέβουσι δὲ τὴν ἑορτὴν Ῥωμαῖοι ἐς θεὸν ἀρχαιότατον τῆς Ἰταλίας ἐπιχώριον ἀναφέροντες: φασὶ γὰρ αὐτοῦ καὶ Κρόνον, ὑπὸ Διὸς ἐκβληθέντα τῆς ἀρχῆς, κατελθόντα ἐς γῆν γενέσθαι ξένον, δεδιότα δὲ τὴν τοῦ παιδὸς δυναστείαν παῤ αὐτῷ κρυπτόμενον λαθεῖν: ὅθεν καὶ τὸ ὄνομα δοθῆναι τῷ χώρῳ τῆς Ἰταλίας Λάτιόν τε κληθῆναι, ἀπὸ τῆς Ἑλλάδος φωνῆς ἐς τὴν ἐπιχώριον

παραχθέν. διὰ ταῦτά τοι καὶ μέχρι νῦν Ἰταλιῶται τὰ μὲν κρόνια προεορτάζουσι θεῷ τῷ λαθόντι, τὴν δὲ τοῦ ἔτους ἀρχὴν ἱερομηνίαν ἄγουσι τῷ τῆς Ἰταλίας θεῷ. διπρόσωπον δὲ αὐτοῦ τὸ ἄγαλμα ἵδρυται, ἐπειδὴ ἐς αὐτὸν ὁ ἐνιαυτὸς ἄρχεταί τε καὶ παύεται. ταύτης δὴ τῆς ἑορτῆς προσιούσης, ἐν ᾗ μάλιστα Ῥωμαῖοι δεξιοῦνταί τε ἀλλήλους καὶ προσαγορεύουσι, νομισμάτων τε ἀντιδόσεσι καὶ κοινωνίᾳ τῶν γῆς καὶ

θαλάττης καλῶν εὐφραίνουσιν αὑτούς, ἀρχαί τε ἐπώνυμοι τότε πρῶτον τὴν ἔνδοξον καὶ ἐνιαύσιον πορφύραν περιτίθενται, πάντων ἑορταζόντων ὁ Κόμμοδος ἐβούλετο οὐκ ἐκ τῆς βασιλείου, ὡς ἔθος, προελθεῖν οἰκίας ἀλλ̓ ἐκ τοῦ τῶν μονομάχων καταγωγίου, ἀντὶ δὲ τῆς εὐπαρύφου καὶ βασιλικῆς πορφύρας ὅπλα τε αὐτὸς φέρων καὶ συμπροϊόντων τῶν λοιπῶν μονομάχων

ὀφθῆναι τοῖς Ῥωμαίοις. ἐπεὶ δὲ τὴν γνώμην αὑτοῦ ταύτην ἀνήνεγκε πρὸς Μαρκίαν, ἣν εἶχε τῶν παλλακίδων τιμιωτάτην, ἣ οὐδέν τι ἀπεῖχε γαμετῆς γυναικός, ἀλλὰ πάντα ὑπῆρχεν ὅσα σεβαστῇ, πλὴν τοῦ πυρός: ἣ μαθοῦσα τὴν παράλογον οὕτω καὶ ἀπρεπῆ

p.32
βούλησιν αὐτοῦ τὰ πρῶτα ἐλιπάρει, καὶ προσπίπτουσα μετὰ δακρύων ἐδεῖτο μήτε τὴν Ῥωμαίων ἀρχὴν καθυβρίσαι μήθ̓ ἑαυτὸν ἐπιδόντα μονομάχοις καὶ

ἀπεγνωσμένοις ἀνθρώποις κινδυνεῦσαι. ἐπεὶ δὲ πολλὰ ἱκετεύουσα οὐκ ἐτύγχανεν αὐτοῦ, ἣ μὲν δακρύουσα ἀπέστη, ὁ δὲ Κόμμοδος μεταπεμψάμενος Λαῖτον τὸν ἔπαρχον τῶν στρατοπέδων Ἔκλεκτόν τε τὸν τοῦ θαλάμου προεστῶτα ἐκέλευεν αὑτῷ παρασκευασθῆναι ὡς διανυκτερεύσων ἐν τῷ τῶν μονομάχων καταγωγίῳ κἀκεῖθεν προελευσόμενος ἐπὶ τὰς θυσίας τῆς ἱερομηνίας, ὡς Ῥωμαίοις ἔνοπλος ὀφθείη. οἳ δὲ ἱκέτευον καὶ πείθειν ἐπειρῶντο μηδὲν ἀνάξιον