Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὁ δὲ Κόμμοδος μηκέτι κατέχων ἑαυτοῦ δημοσίᾳ θέας ἐπετέλεσεν, ὑποσχόμενος τά τε θηρία πάντα ἰδίᾳ χειρὶ κατακτενεῖν καὶ τοῖς ἀνδρειοτάτοις τῶν νεανιῶν

p.29
μονομαχήσειν. διαδραμούσης δὲ τῆς φήμης συνέθεον ἔκ τε τῆς Ἰταλίας πάσης καὶ τῶν ὁμόρων ἐθνῶν, θεασόμενοι ἃ μὴ πρότερον μήτε ἑωράκεσαν μήτε ἠκηκόεσαν. καὶ γὰρ διηγγέλλετο αὐτοῦ τῆς χειρὸς τὸ εὔστοχον, καὶ ὅτι ἔμελεν αὐτῷ ἀκοντίζοντι καὶ τοξεύοντι

μὴ πταίειν. συνῆσαν δὲ παιδεύοντες αὐτὸν Παρθυαίων οἱ τοξικὴν ἀκριβοῦντες καὶ Μαυρουσίων οἱ ἀκοντίζειν ἄριστοι, οὓς πάντας εὐχειρίᾳ ὑπερέβαλλεν. ἐπεὶ δὲ κατέλαβον αἱ τῆς θέας ἡμέραι, τὸ μὲν ἀμφιθέατρον πεπλήρωτο, τῷ δὲ Κομμόδῳ περίδρομος κύκλῳ κατεσκεύαστο, ὡς μὴ συστάδην τοῖς θηρίοις μαχόμενος κινδυνεύοι, ἄνωθεν δὲ καὶ ἐξ ἀσφαλοῦς ἀκοντίζων εὐστοχίας μᾶλλον ἢ ἀνδρείας παρέχοιτο δεῖξιν.

ἐλάφους μὲν οὖν καὶ δορκάδας, ὅσα τε κερασφόρα πλὴν ταύρων, συνθέων αὐτοῖς καὶ καταδιώκων ἔβαλλε, φθάνων τε αὐτῶν τὸν δρόμον καὶ πληγαῖς καιρίαις ἀναιρῶν: λέοντας δὲ καὶ παρδάλεις, ὅσα τε ζῷα γενναῖα, περιθέων ἄνωθεν κατηκόντιζεν. οὐδέ τις εἶδεν ἀκόντιον δεύτερον οὐδὲ τραῦμα ἄλλο πλὴν τοῦ

θανατηφόρου: ἅμα γὰρ τῇ τοῦ ζῴου ὁρμῇ κατά γε μετώπου ἢ κατὰ καρδίας ἔφερε τὴν πληγήν, καὶ οὐδέποτε σκοπὸν ἄλλον ἔσχεν οὐδὲ ἐπ̓ ἄλλο μέρος ἦλθε τὸ ἀκόντιον τοῦ σώματος, ὡς μὴ ἅμα τε τρῶσαι καὶ φονεῦσαι. τὰ δὲ πανταχόθεν ζῷα ἠθροίζετο αὐτῷ.

τότε γοῦν εἴδομεν ὅσα ἐν γραφαῖς ἐθαυμάζομεν: ἀπό τε γὰρ Ἰνδῶν καὶ Αἰθιόπων, εἴ τι πρότερον ἄγνωστον ἦν, μεσημβρίας τε καὶ τῆς ἀρκτῴας γῆς ζῷα πάντα φονεύων Ῥωμαίοις ἔδειξε. τὸ δ̓ εὔστοχον τῆς χειρὸς αὐτοῦ πάντες ἐξεπλήττοντο. λαβὼν οὖν ποτὲ βέλη ὧν αἱ ἀκμαὶ ἦσαν μηνοειδεῖς, ταῖς Μαυρουσίαις στρουθοῖς ὀξύτατα φερομέναις καὶ ποδῶν τάχει καὶ κολπώσει πτερῶν ἐπαφιεὶς τὰ βέλη κατ̓ ἄκρου τοῦ

p.30
τραχήλου ἐκαρατόμει, ὡς τῶν κεφαλῶν ἀφῃρημένας ὁρμῇ τοῦ βέλους ἔτι περιθεῖν αὐτὰς ὡς μηδὲν παθούσας.

παρδάλεως δέ ποτε ὀξυτάτῳ δρόμῳ τὸν ἐκκαλούμενον καταλαβούσης, φθάσας τῷ ἀκοντίῳ μέλλουσαν δήξεσθαι, τὴν μὲν ἀπέκτεινε τὸν δὲ ἐρρύσατο, φθάσας τῇ τοῦ δόρατος αἰχμῇ τὴν τῶν ὀδόντων ἀκμήν. λεόντων δέ ποτε ἐξ ὑπογαίων ἑκατὸν ἀναρριφθέντων ἰσαρίθμοις ἀκοντίοις πάντας ἀπέκτεινεν, ὡς ἐπὶ πολὺ κειμένων τῶν πτωμάτων δἰ αὐτὸ τοῦτο ἐπὶ σχολῆς πάντας ἀριθμῆσαι καὶ μηδὲν ἰδεῖν περιττὸν ἀκόντιον.

μέχρι μὲν οὖν τούτων, εἰ καὶ βασιλείας τὰ πραττόμενα ἦν ἀλλότρια, πλὴν ἀνδρείας καὶ εὐστοχίας παρὰ τοῖς δημώδεσιν εἶχέ τινα χάριν: ἐπεὶ δὲ καὶ γυμνὸς ἐς τὸ ἀμφιθέατρον εἰσῆλθεν ὅπλα τε ἀναλαβὼν ἐμονομάχει, τότε σκυθρωπὸν εἶδεν ὁ δῆμος θέαμα, τὸν εὐγενῆ Ῥωμαίων βασιλέα, μετὰ τοσαῦτα τρόπαια πατρός τε καὶ προγόνων, οὐκ ἐπὶ βαρβάρους ὅπλα λαμβάνοντα στρατιωτικὰ ἢ Ῥωμαίων ἀρχῇ πρέποντα, καθυβρίζοντα δὲ τὸ ἀξίωμα αἰσχίστῳ καὶ μεμιασμένῳ

σχήματι. ὃ μὲν οὖν μονομαχῶν ῥᾳδίως τῶν ἀνταγωνιστῶν περιεγένετο, καὶ μέχρι τραυμάτων προεχώρει, ὑπεικόντων ἁπάντων καὶ τὸν βασιλέα, οὐ τὸν μονομάχον ἐννοούντων. ἐς τοσοῦτον δὲ προεχώρησε μανίας ὡς μηκέτι βούλεσθαι μηδὲ τὴν βασίλειον οἰκεῖν ἑστίαν: ἀλλὰ γὰρ μετοικισθῆναι ἐβούλετο ἐς τὸ τῶν μονομάχων καταγώγιον. ἑαυτὸν δὲ οὐκέτι Ἡρακλέα, ἀλλὰ τῶν μονομαχούντων ἐνδόξου τινὸς προτετελευτηκότος

ὀνόματι καλεῖσθαι προσέταξε. τοῦ δὲ μεγίστου ἀγάλματος κολοσσιαίου, ὅπερ σέβουσι Ῥωμαῖοι εἰκόνα φέρον ἡλίου, τὴν κεφαλὴν ἀποτεμὼν ἱδρύσατο ἑαυτοῦ, ὑπογράψας τῇ βάσει οὐχ ἃς εἰώθασι

p.31
βασιλικὰς καὶ πατρῴους προσηγορίας, ἀντὶ δὲ Γερμανικοῦ μονομάχους χιλίους νικήσαντος.