Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

συνέβη δὲ κατ̓ ἐκεῖνο καιροῦ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν: μάλιστα δὲ τὸ πάθος τῇ Ῥωμαίων πόλει ἤκμασεν ἅτε πολυανθρώπῳ τε οὔσῃ φύσει καὶ τοὺς πανταχόθεν ὑποδεχομένῃ, πολλή τε τις

φθορὰ ἐγένετο ὑποζυγίων ἅμα καὶ ἀνθρώπων. τότε ὁ Κόμμοδος, συμβουλευσάντων αὐτῷ τινῶν ἰατρῶν, ἐς τὴν Λαύρεντον ἀνεχώρησεν: εὐψυχέστερον γὰρ ὂν τὸ χωρίον καὶ μεγίστοις κατάσκιον δαφνηφόροις ἄλσεσιν, ὅθεν καὶ τὸ ὄνομα τῷ χωρίῳ, σωτήριον εἶναι ἐδόκει, καὶ πρὸς τὴν τοῦ ἀέρος φθορὰν ἀντέχειν ἐλέγετο εὐωδίᾳ τε τῆς τῶν δαφνῶν ἀποφορᾶς καὶ τῇ τῶν δένδρων ἡδείᾳ σκιᾷ. ἀλλὰ καὶ οἱ κατὰ τὴν πόλιν, κελευόντων τῶν ἰατρῶν, μύρου εὐωδεστάτου τάς τε ὀσφρήσεις καὶ τὰ ὦτα ἐνεπίμπλασαν, θυμιάμασί τε καὶ ἀρώμασι συνεχῶς ἐχρῶντο, φασκόντων τινῶν τὴν εὐωδίαν φθάσασαν ἐμπιπλάναι τοὺς πόρους τῶν αἰσθήσεων καὶ κωλύειν δέχεσθαι τὸ φθορῶδες τοῦ ἀέρος, ἢ εἰ καί τι προεμπέσοι, κατεργάζεσθαι δυνάμει κρείττονι. πλὴν οὐδὲν ἧττον ἡ νόσος ἐπὶ πλεῖστον

p.23
ἤκμασε, πολλῆς ἀνθρώπων φθορᾶς γενομένης πάντων τε ζῴων τῶν τοῖς ἀνθρώποις συνοίκων.

ἐπέσχε δὲ κατ̓ αὐτὸ καὶ λιμὸς τὴν πόλιν ἐξ αἰτίας τοιαύτης. Κλέανδρός τις ἦν, τὸ μὲν γένος Φρύξ, τῶν δημοσίᾳ εἰωθότων ὑπὸ κήρυκι πιπράσκεσθαι: οἰκέτης δὲ βασιλικὸς γενόμενος συναυξηθείς τε τῷ Κομμόδῳ ἐς τοσοῦτον ὑπ̓ αὐτοῦ τιμῆς καὶ ἐξουσίας προήχθη ὡς τήν τε τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου ἐξουσίαν τήν τε τῶν στρατῶν ἀρχὴν ἐγχειρισθῆναι: ὑπὸ δὲ πλούτου καὶ τρυφῆς

ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν. ἀθροίζων δὲ χρήματα, καὶ σῖτον πλεῖστον συνωνούμενος καὶ ἀποκλείων, ἤλπιζε προσάξεσθαι τόν τε δῆμον καὶ τὸ στρατόπεδον, εἰ πρῶτον ἐν σπάνει τῶν ἐπιτηδείων καταστήσας ἐπιδόσεσι λαμπραῖς ἁλόντας πόθῳ τοῦ χρειώδους προσαγάγοιτο. μέγιστον δὲ γυμνάσιον κατασκευάσας λουτρὸν δημόσιον ἀνῆκεν αὐτοῖς.

ὃ μὲν οὖν οὕτω τὸν δῆμον ἐδελέαζεν: οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν, καὶ τῶν δεινῶν τὰς αἰτίας ἐς ἐκεῖνον ἀναφέροντες, μισοῦντες αὐτοῦ τὸ ἀκόρεστον τῆς τοῦ πλούτου ἐπιθυμίας, τὰ μὲν πρῶτα ἔν τε θεάτροις συνιστάμενοι καὶ κατὰ πλήθη κακῶς ἠγόρευον, καὶ τὸ τελευταῖον, διάγοντος ἐν προαστείῳ τοῦ Κομμόδου, ἐπελθόντες πανδημεὶ ἐβόων

καὶ τὸν Κλέανδρον ἐς θάνατον ᾔτουν. ταραχῆς δὲ οὔσης περὶ τὸ προάστειον, τοῦ τε Κομμόδου ἐν τοῖς ἀνακεχωρηκόσι τόποις ἡδοναῖς σχολάζοντος, ἀγνοοῦντός τε τὰ θρυλούμενα, ἐπείπερ ὁ Κλέανδρος ἀγγέλλεσθαί τι τῶν πραττομένων ἐκώλυεν αὐτῷ, αἰφνιδίως, οὐ προσδοκῶντος τοῦ δήμου, ἐπιφαίνονται ὡπλισμένοι κελεύσαντος τοῦ Κλεάνδρου πάντες οἱ βασίλειοι ἱππεῖς, τούς τε ἐντυγχάνοντας ἔβαλλον καὶ

p.24

ἐτίτρωσκον. ὁ δὲ δῆμος οὐδὲ ἀντιστῆναι οἷός τε ἦν, ἄνοπλοι πρὸς ὡπλισμένους καὶ πεζοὶ πρὸς ἱππεῖς: τροπῆς δὲ γενομένης ἔφυγον ἐς τὴν πόλιν. ἐφθείρετο δὲ ὁ δῆμος οὐ μόνον βαλλόμενος ὑπὸ τῶν στρατιωτῶν οὐδὲ πατούμενος ὑπὸ τῶν ἵππων, ἀλλ̓ ὑπό τε πλήθους ὠθούμενοι καὶ ὑπὸ τῶν ἱππέων ἐπ̓ ἀλλήλους

πίπτοντες πολλοὶ ἀπώλοντο. μέχρι μὲν οὖν τῶν τῆς Ῥώμης πυλῶν ἀκωλύτως οἱ ἱππεῖς διώκοντες τοὺς ἐμπίπτοντας ἀφειδῶς ἀνῄρουν: ἐπεὶ δὲ οἱ ἐν τῇ πόλει μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς τῶν οἰκιῶν εἰσόδους ἔς τε τὰ δωμάτια ἀναβάντες λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππεῖς, οἳ δὲ ἔπασχον ἅπερ δεδράκεσαν, οὐδενὸς μὲν αὐτοῖς συστάδην μαχομένου, τοῦ δὲ πλήθους ἐξ ἀσφαλοῦς ἤδη βάλλοντος αὐτούς. τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες ἐς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ αὐτῶν διεφθείροντο:

ὑπό τε τῆς τῶν λίθων συνεχοῦς βολῆς οἱ ἵπποι, κυλινδουμένοις τοῖς λίθοις ἐπιβαίνοντες, ὠλίσθαινον καὶ τοὺς ἐπιβάτας ἀπωθοῦντο. πολλῶν δὲ ἑκατέρωθεν πιπτόντων ἐπεβοήθουν τῷ δήμῳ καὶ οἱ