Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

θρησκεύουσι δὲ μάλιστα τὴν θεὸν τήνδε Ῥωμαῖοι ἐξ αἰτίας τοιαύτης, ὡς ἱστορίᾳ παρειλήφαμεν, ἧς ἐπιμνησθῆναι ἔδοξε διὰ τὴν παῤ Ἑλλήνων τισὶν ἀγνωσίαν. αὐτὸ μὲν τὸ ἄγαλμα διιπετὲς εἶναι λέγουσιν, οὔτε δὲ τὴν ὕλην οὔτε τεχνιτῶν ὅστις ἐποίησεν ἐγνωσμένον, οὐδὲ ψαυστὸν χειρὸς ἀνθρωπίνης. τοῦτο

p.21
δὲ πάλαι μὲν ἐξ οὐρανοῦ κατενεχθῆναι λόγος ἔς τινα τῆς Φρυγίας χῶρον ʽΠεσσινοῦς δὲ ὄνομα αὐτῷ, τὴν δὲ προσηγορίαν λαβεῖν τὸν τόπον ἐκ τοῦ πεσόντος ἀγάλματος ἐξ οὐρανοὖ καὶ πρῶτον ἐκεῖσε ὀφθῆναι.

ὡς δὲ παῤ ἑτέροις εὕρομεν, Ἴλῳ τῷ Φρυγὶ καὶ Ταντάλῳ τῷ Λυδῷ πόλεμον ἐκεῖ γενέσθαι λέγουσιν, οἳ μὲν περὶ ὅρων, οἳ δὲ περὶ τῆς Γανυμήδους ἁρπαγῆς: ἰσορρόπου δὲ ἐπὶ πολὺ τῆς μάχης γενομένης ἑκατέρωθεν πεσεῖν ἱκανούς, καὶ τὴν συμφορὰν ὄνομα δοῦναι τῷ χωρίῳ. ἔνθα καὶ τὸν Γανυμήδην ἁρπασθέντα ἀφανῆ γενέσθαι λόγος, ἀνθελκόντων αὐτὸν τοῦ ἀδελφοῦ καὶ τοῦ ἐραστοῦ: ἀφανοῦς δὲ γενομένου τοῦ σώματος ἐκθειασθῆναι τὸ πάθος τοῦ μειρακίου ἐς μῦθον καὶ τὴν Διὸς ἁρπαγήν. ἐν δὲ τῷ προειρημένῳ Πεσσινοῦντι πάλαι μὲν Φρύγες ὠργίαζον ἐπὶ τῷ ποταμῷ Γάλλῳ παραρρέοντι, ἀφ̓ οὗ τὴν ἐπωνυμίαν φέρουσιν

οἱ τῇ θεῷ τομίαι ἱερωμένοι: ἐπεὶ δὲ Ῥωμαίων ηὔξετο τὰ πράγματα, φασὶν αὐτοῖς χρησθῆναι μενεῖν τε τὴν ἀρχὴν καὶ ἐς μέγα προχωρήσειν, εἰ τὴν Πεσσινουντίαν θεὸν μεταγάγοιεν ὡς αὑτούς. πέμψαντες δὲ πρέσβεις ἐς Φρύγας τὸ ἄγαλμα ᾔτουν: ἔτυχον δὲ ῥᾳδίως, συγγένειαν προβαλλόμενοι καὶ τὴν ἀπ̓ Αἰνείου τοῦ Φρυγὸς ἐς αὐτοὺς διαδοχὴν καταλέγοντες. κομισθὲν δὲ ἐπὶ νεὼς τὸ ἄγαλμα καὶ γενόμενον ἐν ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς ʽταύταις γὰρ ἀντὶ λιμένων ἐχρῶντο οἱ Ῥωμαῖοἰ ἔστησε θείᾳ δυνάμει τὸ

σκάφος. ἐπὶ πολὺ δὲ πανδημεὶ τῶν Ῥωμαίων τὴν ναῦν ἐφελκόντων, ἀντεχούσης τῆς ἰλύος οὐ πρότερον ἡ ναῦς ἀνέδραμε πρὶν ἢ τὴν ἱέρειαν ἐνεχθῆναι τῆς Ἑστίας. ταύτην ἔδει παρθενεύεσθαι, αἰτίαν δὲ διαφθορᾶς εἶχεν. ὡς μέλλουσα δὲ κριθήσεσθαι, ἱκετεύει τὸν δῆμον ἐπιτρέψαι τῇ Πεσσινουντίᾳ θεῷ τὴν

p.22
κρίσιν: καὶ λυσαμένη τὴν ζώνην ἐπαφῆκε τῇ πρῴρᾳ τῆς νεώς, προσευξαμένη, εἰ παρθένος εἴη καὶ ἁγνή,

πεισθῆναι τὸ σκάφος. ῥᾳδίως δὲ τῆς ζώνης ἐξηρτημένης ἡ ναῦς ἠκολούθησεν: ὁμοῦ δὲ τὸ ἐναργὲς τῆς θεοῦ καὶ τὸ σεμνὸν τῆς παρθένου Ῥωμαῖοι ἐθαύμασαν. τοσαῦτα μὲν δὴ τῆς Πεσσινουντίας θεοῦ φιλοτιμότερον ἱστορήσθω, οὐκ ἄχαριν ἕξοντα γνῶσιν τοῖς τὰ Ῥωμαίων οὐκ ἀκριβοῦσιν: ὁ δὲ Κόμμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλήν, πλείονί τε περὶ αὑτὸν ἐχρῆτο φρουρᾷ καὶ σπανίως τοῖς δήμοις ἐπεφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις καὶ τοῖς ἀπωτέρω τῆς πόλεως βασιλικοῖς κτήμασι διατρίβων, καὶ ἑαυτὸν δικαστηρίων ἀπείργων καὶ βασιλικῶν πράξεων.