Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ἑτέρα τις ἐπιβουλὴ τοιαύτη κατ̓ αὐτοῦ συνεσκευάσθη. Μάτερνος ἦν τις, στρατιώτης μὲν πρότερον, πολλὰ δὲ καὶ δεινὰ τολμήσας, τήν τε τάξιν λιπὼν καὶ πείσας ἑτέρους ἀπὸ τῶν αὐτῶν ἔργων συναποδρᾶναι, χεῖρα πολλὴν

p.19
κακούργων ἐν ὀλίγῳ ἀθροίσας χρόνῳ, τὰ μὲν πρῶτα κώμαις τε καὶ ἀγροῖς ἐπιτρέχων ἐλῄστευεν, ἐπεὶ δὲ πολλῶν χρημάτων ἐγκρατὴς ἐγένετο, μεῖζόν τι πλῆθος ἤθροισε κακούργων μεγάλαις τε δωρεῶν ὑποσχέσεσι καὶ τῶν ἁλισκομένων κοινωνίᾳ, ὡς μηκέτι

λῃστῶν ἀλλὰ καὶ πολεμίων ἔχειν ἀξίωμα. πόλεσι γὰρ ἤδη μεγίσταις ἐπετίθεντο, καὶ τὰ ἐν αὐταῖς δεσμωτήρια βίᾳ ῥηγνύντες, τοὺς ἐφ̓ οἱαισδὴ καθειρχθέντας αἰτίαις δεσμῶν ἐλευθέρους ἀφιέντες ἄδειάν τε ὑπισχνούμενοι, εὐεργεσίαις ἐς τὴν συμμαχίαν προσήγοντο: πᾶσάν τε κατατρέχοντες τὴν Κελτῶν καὶ Ἰβήρων χώραν, πόλεσί τε ταῖς μεγίσταις ἐπιόντες, καὶ μέρη μὲν ἐμπιπράντες, τὰ δὲ λοιπὰ ἁρπαγὴν

ποιούμενοι, ἀνεχώρουν. ὡς δὲ ταῦτα ἐδηλώθη τῷ Κομμόδῳ, μετὰ πάσης ὀργῆς τε καὶ ἀπειλῆς ἐπιστέλλει τοῖς τῶν ἐθνῶν ἡγουμένοις, ῥᾳθυμίαν ἐγκαλῶν, καὶ κελεύει στρατὸν ἐπ̓ αὐτοὺς ἀθροισθῆναι. μαθόντες δὲ ἐκεῖνοι δύναμιν ἀγειρομένην ἐπ̓ αὐτούς, τῶν μὲν χωρίων ἃ ἐπόρθουν ἀπέστησαν, λαθόντες δὲ διὰ ταχείας καὶ ἀβάτου ὁδοιπορίας κατ̓ ὀλίγους ἐς τὴν Ἰταλίαν παρεδύοντο: καὶ περὶ βασιλείας ἤδη καὶ μειζόνων

πραγμάτων ὁ Μάτερνος ἐβουλεύετο. ἐπεὶ γὰρ αὐτῷ τὰ προπεπραγμένα πάσης ἐλπίδος μεῖζον ἦν προχωρήσαντα, ᾠήθη δεῖν μέγα τι δράσας κατορθῶσαι, ἢ ἐπείπερ ἅπαξ ἐν κινδύνῳ καθειστήκει, μὴ ἀσήμως μηδ̓ ἀδόξως τελευτῆσαι. ἐπεὶ δὲ αὑτῷ μὴ τοσαύτην ὑπάρχειν δύναμιν ἡγεῖτο ὡς ἐξ ἀντιστάσεως ἰσορρόπου καὶ φανερᾶς ἐφόδου συστῆναι πρὸς τὸν Κόμμοδον ʽτό τε γὰρ πλῆθος τοῦ Ῥωμαίων δήμου ἐλογίζετο εὔνουν ἔτι τῷ Κομμόδῳ ὑπάρχον, τήν τε τῶν περὶ αὐτὸν δορυφόρων εὔνοιαν̓, τέχνῃ καὶ σοφίᾳ

ἤλπισε περιέσεσθαι. καὶ μηχανᾶται τοιόνδε τι. ἦρος

p.20
ἀρχῇ ἑκάστου ἔτους, ὡρισμένης ἡμέρας, μητρὶ θεῶν πομπὴν τελοῦσι Ῥωμαῖοι: καὶ πάντα ὅσα παῤ ἑκάστοις πλούτου σύμβολα κειμήλιά τε βασιλέων ὕλης τε ἢ τέχνης θαύματα, τῆς θεοῦ προπομπεύει. ἄνετός τε πᾶσι δέδοται ἐξουσία παντοδαπῆς παιδιᾶς, ἕκαστός τε ὃ βούλεται σχῆμα ὑποκρίνεται: οὐδ̓ ἔστιν οὕτω μέγα ἢ ἐξαίρετον ἀξίωμα, ὃ μὴ παντὶ τῷ βουλομένῳ ἀμφιεσθέντι ὑπάρχει παῖξαί τε καὶ κρύψαι τὴν ἀλήθειαν, ὡς μὴ ῥᾳδίως διαγνῶναι τόν τε ὄντα καὶ τὸν

μιμούμενον. ἔδοξε δὴ τῷ Ματέρνῳ καιρὸς ἐπιτήδειος εἶναι ἐς τὸ τὴν ἐπιβουλὴν λαθεῖν: ἤλπισε γὰρ αὐτός τε ἀναλαβὼν τὸ τῶν δορυφόρων σχῆμα καὶ τοὺς σὺν αὑτῷ ὁπλίσας ὁμοίως, ἀναμίξας τε τῷ πλήθει τῶν αἰχμοφόρων καὶ τῆς πομπῆς νομισθεὶς μέρος, μηδενός τε προφυλαττομένου αἰφνιδίως ἐπιπεσὼν τὸν

Κόμμοδον διαχρήσασθαι. ἀλλὰ προδοσίας γενομένης, καὶ τινῶν τῶν σὺν αὐτῷ προκατελθόντων ἐς τὴν πόλιν καὶ τὴν ἐπιβουλὴν κατειπόντων ʽφθόνος γὰρ αὐτοὺς ἐς τοῦτο παρώξυνεν, εἰ δὴ ἔμελλον ἀντὶ λῃστοῦ δεσπότην ἕξειν καὶ βασιλέἀ, πρὶν ἐλθεῖν τὴν ἑορτὴν αὐτός τε ὁ Μάτερνος συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη καὶ οἱ συνωμόται ἀξίας ὑπέσχον δίκας. ὁ δὲ Κόμμοδος θύσας τε τῇ θεῷ καὶ χαριστήρια: ὁμολογήσας τὴν ἑορτὴν ἐπετέλει, παρέπεμπέ τε τὴν θεὸν χαίρων. καὶ σωτήρια τοῦ βασιλέως ὁ δῆμος μετὰ τῆς ἑορτῆς ἐπανηγύριζεν.