Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

Οἱ πλεῖστοι τῶν περὶ συγκομιδὴν ἱστορίας ἀσχοληθέντων ἔργων τε πάλαι γεγονότων μνήμην ἀνανεώσασθαι σπουδασάντων, παιδείας κλέος ἀίδιον μνώμενοι, ὡς ἂν μὴ σιωπήσαντες λάθοιεν ἐς τὸν πολὺν ὅμιλον ἀριθμούμενοι, τῆς μὲν ἀληθείας ἐν ταῖς ἀφηγήσεσιν ὠλιγώρησαν, οὐχ ἥκιστα δὲ ἐπεμελήθησαν φράσεώς τε καὶ εὐφωνίας, θαρροῦντες ὡς, εἴ τι καὶ μυθῶδες λέγοιεν, τὸ μὲν ἡδὺ τῆς ἀκροάσεως αὐτοὶ καρπώσονται, τὸ δ̓ ἀκριβὲς τῆς ἐξετάσεως οὐκ ἐλεγχθήσεται.

εἰσὶ δ̓ οἳ πρὸς ἔχθραν ἢ μῖσος τυράννων, κολακείαν τε ἢ τιμὴν βασιλέων πόλεώς τε καὶ ἰδιωτῶν, εὐτελῆ καὶ μικρὰ ἔργα λόγων ἀρετῇ δόξῃ

παρέδοσαν τῆς ἀληθείας μείζονι. ἐγὼ δὲ ἱστορίαν οὐ παῤ ἄλλων ἀποδεξάμενος ἄγνωστόν τε καὶ ἀμάρτυρον, ὑπὸ νεαρᾷ δὲ τῇ τῶν ἐντευξομένων μνήμῃ, μετὰ πάσης ἀκριβείας ἤθροισα ἐς συγγραφήν, οὐκ ἀτερπῆ τὴν γνῶσιν καὶ τοῖς ὕστερον ἔσεσθαι προσδοκήσας ἔργων μεγάλων τε καὶ πολλῶν ἐν ὀλίγῳ χρόνῳ

γενομένων. εἰ γοῦν τις παραβάλοι πάντα τὸν ἀπὸ τοῦ Σεβαστοῦ χρόνον, ἐξ οὗπερ ἡ Ῥωμαίων δυναστεία μετέπεσεν ἐς μοναρχίαν, οὐκ ἂν εὕροι ἐν ἔτεσι περί που διακοσίοις μέχρι τῶν Μάρκου καιρῶν οὔτε βασιλειῶν οὕτως ἐπαλλήλους διαδοχάς, οὔτε πολέμων ἐμφυλίων τε καὶ ξένων τύχας ποικίλας, ἐθνῶν τε κινήσεις καὶ πόλεων ἁλώσεις τῶν τε ἐν τῇ ἡμεδαπῇ

p.4
καὶ ἐν πολλοῖς βαρβάροις, γῆς τε σεισμοὺς καὶ ἀέρων φθοράς, τυράννων τε καὶ βασιλέων βίους παραδόξους, πρότερον ἢ σπανίως ἢ μηδ̓ ὅλως μνημονευθέντας:

ὧν οἳ μὲν ἐπιμηκέστερον ἔσχον τὴν ἀρχήν, οἳ δὲ πρόσκαιρον τὴν δυναστείαν, εἰσὶ δ̓ οἳ μέχρι προσηγορίας καὶ τιμῆς ἐφημέρου μόνης ἐλθόντες εὐθέως κατελύθησαν. μερισθεῖσα γὰρ ἡ Ῥωμαίων ἀρχὴ ἐν ἔτεσιν ἑξήκοντα ἐς πλείους δυναστείας ἢ ὁ χρόνος ἀπῄτει,

πολλὰ καὶ ποικίλα ἤνεγκε καὶ θαύματος ἄξια. τούτων γὰρ οἱ μὲν τὴν ἡλικίαν πρεσβύτεροι διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐπιμελέστερον ἑαυτῶν τε καὶ τῶν ὑπηκόων ἦρξαν, οἱ δὲ κομιδῇ νέοι ῥᾳθυμότερον βιώσαντες πολλὰ ἐκαινοτόμησαν: διόπερ εἰκότως ἐν ἡλικίαις τε καὶ ἐξουσίαις διαφόροις οὐχ ὅμοια γέγονε τὰ ἐπιτηδεύματα. ὡς δ̓ ἕκαστα τούτων πέπρακται, κατὰ χρόνους καὶ δυναστείας διηγήσομαι.