Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

νῦν τοίνυν ἅπαντες ἀκούοντες τοὺς υἱεῖς αὐτοῦ δεδέσθαι τὸν μὲν τεθνεῶτʼ ἐλεοῦσιν, τοῖς παισὶν δʼ ὡς ἀνάξια πάσχουσιν συνάχθονται, ὑμῖν δʼ ἐπιτιμῶσιν πικρῶς, ὡς οὐκ ἂν τολμήσαιμι γράφειν ἐγώ· ἃ γὰρ ἄχθομαι τοῖς λέγουσι καὶ ἀντιλέγω καθʼ ὅσον δύναμαι βοηθῶν ὑμῖν, ταῦτʼ ἄχρι μὲν τοῦ δῆλον ὑμῖν ποιῆσαι ὅτι πολλοὶ μέμφονται, συμφέρειν ὑμῖν νομίζων εἰδέναι, γέγραφα, ἀκριβῶς δὲ διεξιέναι δυσχερὲς κρίνω.

ὅσα μέντοι λοιδορίας χωρίς ἐστιν ὧν λέγουσίν τινες, καὶ ἀκηκοέναι συμφέρειν ὑμῖν ἡγοῦμαι, ταῦτα δηλώσω. οὐδεὶς γὰρ ὑπείληφεν ὡς ἄρʼ ἠγνοήκατε καὶ διεψεύσθητε τῆς ἀληθείας περὶ αὐτοῦ Λυκούργου. τό τε γὰρ τοῦ χρόνου πλῆθος, ὃν ἐξεταζόμενος οὐδὲν πώποθʼ ηὑρέθη περὶ ὑμᾶς οὔτε φρονῶν οὔτε ποιῶν ἄδικον, καὶ τὸ μηδένʼ ἀνθρώπων εἰς μηδὲν τῶν ἄλλων ἀναισθησίαν ὑμῶν καταγνῶναι, εἰκότως ἀναιρεῖ τὴν ὑπὲρ τῆς ἀγνοίας σκῆψιν.

λείπεται τοίνυν ὃ πάντες ἂν εἶναι φαύλων ἀνθρώπων ἔργον φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδένʼ ἔχειν λόγον. εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρʼ ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τἀναντίʼ ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει;

καὶ μὴν οὐδὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν κἀγαθῶν ἐστιν. οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη. εἰ γὰρ ὑμᾶς λύσασθαι παρʼ ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι· τίμημα δʼ ὁρῶν ὀκνοῦντας ἀφεῖναι, ὃ λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε. εἰ δὲ τοῦτʼ ἔστιν, οὔτʼ ὀρθῶς οὔτε συμφερόντως βουλεύεσθαι ἐγνώκατε.

θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως,

τραφείς γʼ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκʼ ηὐτύχησεν μάλιστα, τότʼ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας· οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρʼ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαιʼ ἂν εἶναι πρὸς ἅπαντας ταὔτʼ οὔτε κάλʼ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτʼ ἐπέκρινεν.