Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθʼ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, ἃ μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, ἃ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπʼ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;

ταῦτʼ εἰ μὲν παρῆν, λέγων ἂν ὑμᾶς ἐδίδασκον· ἐπειδὴ δʼ ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἴ τις ἐμοῦ κατέψευσται ἐφʼ οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλκα, πρώτου μὲν καὶ πλεῖστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δʼ ὅτι τὴν αὐτὴν εὔνοιαν ἣν πρὸς ζῶντα Λυκοῦργον εἶχον, δίκαιον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων.

εἰ δέ τῳ παρέστηκεν ὡς πολύ μοι περίεστιν τῶν ἐμαυτοῦ πραγμάτων, οὐκ ἂν ὀκνήσαιμι πρὸς τοῦτον εἰπεῖν ὅτι τῶν συμφερόντων ὑμῖν καὶ τοῦ μηδένα τῶν φίλων ἐγκαταλείπειν ὁμοίως ὥσπερ τῆς ἐμαυτοῦ σωτηρίας φροντίζω. οὔκουν ἐκ τοῦ περιόντος ταῦτα ποιῶ, ἀλλʼ ἀπὸ τῆς αὐτῆς σπουδῆς καὶ προαιρέσεως καὶ ταῦτα κἀκεῖνα μιᾷ γνώμῃ πραγματεύομαι. περίεστιν δέ μοι τοιαῦτα, οἷα τοῖς κακόν τι νοοῦσιν ὑμῖν περιγένοιτο. καὶ περὶ μὲν τούτων ἱκανά.

ἡδέως δʼ ἂν ὑμῖν ἐπʼ εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δʼ ὕστερον διʼ ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρʼ ὑμῶν πρότερον· οἵτινες, ὦ ʽτί ἂν εἰπὼν μήθʼ ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην;ʼ λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθʼ ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονʼ ἀφείκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες,

καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρʼ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτʼ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τʼ ὦ, τά τʼ ὀφειλόμενʼ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι.

βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν;"