Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν ᾖ παραδείγματα, ἀφʼ ὧν ἃ λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτʼ ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλως τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν ἡ καθήκουσα μοῖρα καὶ ἡ τύχη καὶ ὁ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δʼ Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δʼ ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ.

ὧν ἑτέρους εὐνουστέρους οὐδʼ αὐτοὶ νομίζετε· εἰ δʼ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δʼ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθʼ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλʼ ὅταν γε τοιαῦθʼ οἷα τὰ νῦν, παραδείγματʼ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι;

ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε· οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δʼ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς ἃ τότʼ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδένʼ ὑμῶν οὔτε δεδοίκασιν οὔτʼ αἰσχύνονται. ἃ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι.

πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθʼ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, ἃ μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, ἃ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπʼ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;

ταῦτʼ εἰ μὲν παρῆν, λέγων ἂν ὑμᾶς ἐδίδασκον· ἐπειδὴ δʼ ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἴ τις ἐμοῦ κατέψευσται ἐφʼ οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλκα, πρώτου μὲν καὶ πλεῖστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δʼ ὅτι τὴν αὐτὴν εὔνοιαν ἣν πρὸς ζῶντα Λυκοῦργον εἶχον, δίκαιον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων.