Letters

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως,

τραφείς γʼ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκʼ ηὐτύχησεν μάλιστα, τότʼ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας· οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρʼ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαιʼ ἂν εἶναι πρὸς ἅπαντας ταὔτʼ οὔτε κάλʼ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτʼ ἐπέκρινεν.

ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες ἣ καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, ὃ πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρʼ αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν ἢ μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλʼ οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι,

ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπʼ εὐνοίᾳ τὰ Λυκούργῳ πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστιν τυγχάνειν παρʼ ὑμῶν· εἰ δὲ τἀναντία τούτων, ἐκεῖνον, ὅτʼ ἔζη, ἔδει δίκην διδόναι, τούτους δὲ μηδʼ οὕτως, ἐφʼ οἷς ἐκείνῳ τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς· πᾶσι γὰρ πάντων τῶν ἁμαρτημάτων ὅρος ἐστὶ τελευτή.

ἐπεὶ εἴ γʼ οὕτως ἕξετε, ὥσθʼ οἱ μὲν ἀχθεσθέντες τι τοῖς ὑπὲρ τοῦ δήμου πολιτευομένοις μηδὲ πρὸς τελευτήσαντας διαλλαγήσονται, ἀλλὰ καὶ τοῖς παισὶ τὴν ἔχθραν διαφυλάξουσιν, ὁ δὲ δῆμος, ᾧ συναγωνίζεται τῶν δημοτικῶν ἕκαστος, μέχρι τοῦ παρόντι χρῆσθαι μνημονεύσει τὰς χάριτας, μετὰ ταῦτα δὲ μηδὲν φροντιεῖ, οὐδὲν ἀθλιώτερον ἔσται τοῦ τὴν ὑπὲρ τοῦ δήμου τάξιν αἱρεῖσθαι.