Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἐὰν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρʼ ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλʼ ὕστερον, ἐὰν ὑμῖν βουλομένοις ᾖ, λέξω· ἐκ δὲ τῶν ὁμολογουμένων ὑφʼ ἁπάντων ἄρξομαι ἃ κράτιστα νομίζω, διδάσκειν.

Θ

οὐχὶ ταὐτὰ γιγνώσκων ἐνίοις τῶν εἰρηκότων ἀνέστηκʼ, ὦ ἄνδρες Ἀθηναῖοι. οὐ μὴν οὐδὲ τούτους αἰτιάσομαι κακίᾳ τἀναντία τοῖς βελτίστοις εἰρηκέναι, ἀλλʼ ὅτι πολλοὶ τοῦ τὰ πράγματα κρίνειν ἀμελήσαντες τοὺς λόγους σκοπεῖν οὓς ἐροῦσιν εἰώθασιν, κἂν τούτοις ἀφθόνοις ἐντύχωσιν, ἑτοίμως δημηγορεῖν, οὐκ ὀρθῶς ἐγνωκότες, οὐδὲ λογιζόμενοι παρʼ ἑαυτοῖς ὅτι πολλῶν πράξεων ἐν πολλῷ χρόνῳ πᾶσι πεπραγμένων καὶ διὰ τοὺς καιροὺς ἐνίων ὑπεναντίων αὑταῖς, ἂν τὰς ἑτέρας τις ὑπερβαίνων τὰς ἑτέρας λέγῃ, λήσει τὸ ῥᾷστον τῶν ἔργων ποιῶν, αὑτὸν ἐξαπατῶν.