Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ σπουδαῖον, ὅπερ ὑμεῖς εἰώθατε, καὶ ἡμᾶς προνοεῖν, ὅπως τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς ἕξει. ἡ μὲν οὖν ἡμετέρα γέγονεν ἐπιμέλειʼ ὑμῖν εἰς δέον· καὶ γὰρ ἐθύσαμεν τῷ Διὶ τῷ σωτῆρι καὶ τῇ Ἀθηνᾷ καὶ τῇ Νίκῃ, καὶ γέγονεν καλὰ καὶ σωτήρια ταῦθʼ ὑμῖν τὰ ἱερά. ἐθύσαμεν δὲ καὶ τῇ Πειθοῖ καὶ τῇ Μητρὶ τῶν θεῶν καὶ τῷ Ἀπόλλωνι, καὶ ἐκαλλιεροῦμεν καὶ ταῦτα. ἦν δʼ ὑμῖν καὶ τὰ τοῖς ἄλλοις θεοῖς τυθένθʼ ἱέρʼ ἀσφαλῆ καὶ βέβαια καὶ καλὰ καὶ σωτήρια. δέχεσθʼ οὖν παρὰ τῶν θεῶν διδόντων τἀγαθά.

ΝΕ

ἦν τις, ὡς ἔοικεν, χρόνος παρʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἐπηνάγκαζεν ὁ δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν, πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖν (πάντα γὰρ τἄλλʼ εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτʼ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένους), ἀλλʼ ὅραμα τοῦτʼ ἐποιεῖθʼ ὁ δῆμος αὑτοῦ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λυσιτελὲς τῇ πόλει.

οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν, εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵ τε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως ἂν ἄρχοντες, μὴ πάνυ δʼ οἷοί τʼ ἐνοχλεῖν καὶ παραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν ὁ δεῖνʼ εὐδαίμων καὶ ὁ δεῖνʼ ὑμῖν ᾖ συνεχῶς πολλὰ λαμβάνων, οἱ δʼ ἄλλοι περιίητε τὰ τούτων ἀγαθὰ ζηλοῦντες.