Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δʼ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι (ἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖς) ἀλλʼ ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθʼ, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν.