Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οὐδένʼ ἂν ᾠόμην, ὦ ἄνδρες Ἀθηναῖοι, πιστεύοντα τοῖς πεπραγμένοις ἐγκαλέσαι τοῖς καθιστᾶσιν εἰς λόγον ταῦτα· ὅσῳ γὰρ ἂν πλεονάκις ἐξετάζῃ τις αὐτά, ἀνάγκη τοὺς τούτων αἰτίους εὐδοκιμεῖν. οὐ μὴν ἀλλά μοι δοκοῦσιν αὐτοὶ φανερὸν καθιστάναι οὐκ ἐπί τῳ τῶν τῇ πόλει συμφερόντων πράξαντες. ὡς γοῦν ἐξελέγχεσθαι μέλλοντες, ἂν πάλιν εἰς λόγον ἔλθωσιν, φεύγουσι καὶ δεινὰ ποιεῖν ἡμᾶς φασιν. καίτοι ὅταν τοὺς ἐξελέγχειν βουλομένους δεινὰ ποιεῖν αἰτιᾶσθε, τί ἡμεῖς τοὺς ἡμᾶς αὐτοὺς ἐξηπατηκότας τηνικαῦτα λέγωμεν;

ΝΒ

ἦν μὲν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην ὑπάρχειν παρʼ ὑμῶν ὀργὴν τοῖς ἐπιχειροῦσιν ὅσηνπερ τοῖς δυνηθεῖσιν ἐξαπατῆσαι. ὃ μὲν γὰρ ἦν ἐπὶ τούτοις, πεποίηται καὶ προήγαγον ὑμᾶς· τοῦ δὲ μὴ τέλος ταῦτʼ ἔχειν ἡ τύχη καὶ τὸ βέλτιον νῦν ὑμᾶς φρονεῖν ἢ ὅτʼ ἐξήχθηθʼ ὑπὸ τούτων, γέγονεν αἴτια. οὐ μὴν ἀλλʼ ἔγωγʼ οὕτω πόρρω νομίζω τὴν πόλιν εἶναι τοῦ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν ὥστʼ ἀγαπητὸν εἶναί μοι δοκεῖ, ἂν ὅπως μὴ πείσεσθε κακῶς δύνησθε φυλάττεσθαι· τοσαῦται τέχναι καὶ γοητεῖαι καὶ ὅλως ὑπηρεσίαι τινές εἰσιν ἐφʼ ὑμᾶς κατεσκευασμέναι. τῆς μὲν οὖν τούτων κακίας οὐκ ἂν ἐν τῷ παρόντι τις ἐν δέοντι μάλιστα κατηγορήσειεν· βούλομαι δʼ ὑπὲρ ὧν ἀνέστην, ἃ νομίζω συμφέροντʼ εἰπεῖν.

ΝΓ

ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δʼ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι (ἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖς) ἀλλʼ ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθʼ, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν.