Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

εἰ δʼ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με, ληροῦσιν. καὶ ταῦτʼ ἴσως βούλονται καὶ προσδοκῶσιν· ἐγὼ δʼ οὐ ποιήσω ταῦτα, ἀλλʼ ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή, τοὺς αἰτίους ὑμῖν ἀποφανῶ.

ΜΘ

οὐδένʼ ἂν εὖ φρονοῦντʼ ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐχ ἁπάντων ἄριστόν ἐστιν τῇ πόλει μάλιστα μὲν ἐξ ἀρχῆς μηδὲν ἀσύμφορον πράττειν, εἰ δὲ μή, παρεῖναι εὐθὺς τοὺς ἐναντιωσομένους. δεῖ μέντοι τούτῳ προσεῖναι ἐθέλοντας ἀκούειν ὑμᾶς καὶ διδάσκεσθαι· οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα, ἂν μὴ τοὺς ἀκουσομένους ἔχῃ.

οὐ μὴν οὐδʼ ἐκεῖνʼ ἀλυσιτελὲς μετὰ ταῦτʼ ἂν φανείη, ὅσʼ ἄν τις ὑμᾶς ἢ διὰ καιρὸν ἢ διʼ ὥραν ἡμέρας ἢ διʼ ἄλλην τινʼ αἰτίαν παρακρούσηται, ταῦθʼ ὅταν ποτὲ βούλησθʼ ὑμῶν αὐτῶν ὄντες ἀκούειν, εἶναι τὸν ἐξετάσοντα πάλιν, ἵνʼ ἐὰν μὲν οἷά φασιν οἱ τότε πείσαντες φανῇ, προθυμότερον πράττηθʼ ὡς ἔλεγχον δεδωκότα, ἐὰν δʼ ἄρα μὴ τοιαῦθʼ εὑρεθῇ, πρὶν πορρωτέρω προελθεῖν ἐπίσχητε. καὶ γὰρ ἂν δεινὸν εἴη, εἰ τοῖς τοῦ κρατίστου διαμαρτοῦσι τὸ χείριστον ἀνάγκη πράττειν εἴη, καὶ μή, τὸ δεύτερον ἐκ τῶν λόγων, ἐξείη μεταβουλεύσασθαι.

τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἔγωγʼ ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, ὅταν τι πιστεύωσι δικαίως αὑτοῖς πεπρᾶχθαι· οὗτοι δʼ αὖ τοὐναντίον ἐγκαλοῦσιν, εἰ περὶ ὧν ἡμάρτετε νῦν ἀναθέσθαι βούλεσθε, τὴν ἀπάτην κυριωτέραν οἰόμενοι δεῖν εἶναι τῆς μετὰ τοῦ χρόνου βασάνου. τὴν μὲν οὖν τούτων σπουδὴν οὐδʼ ὑμῶν ἴσως ἀγνοοῦσιν οἱ πολλοί· δεῖ δʼ ὑπὲρ τῶν πραγμάτων, ἐπειδήπερ γέγονε λόγου τυχεῖν, ἅ τις ἡγεῖται κράτιστα, λέγειν.

Ν

ὅ τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δʼ οὖν, ἃ πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτʼ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ ὁ αὐτὸς ἔλεγχος, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι.