Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἐγὼ δʼ οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων ʽκαὶ γὰρ ἂν μαινοίμην̓, ἀλλʼ ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλʼ ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι.

ΜϚ

ὅσην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεποίηνται σπουδὴν οἱ πρέσβεις κατηγορῆσαι τῆς πόλεως ἡμῶν, ἅπαντες ἑοράκατε· πλὴν γὰρ οὐκ ἔχω τίνος εἴπω, τἄλλα πάνθʼ ὑμῖν ἀναθεῖναι πεπείρανται. εἰ μὲν οὖν ἦσαν αὐτῶν ἀληθεῖς αἱ κατηγορίαι, χάριν γʼ εἴχετʼ εἰκότως ἄν, εἰ πρὸς ὑμᾶς οὕτως ὑμῶν κατηγόρουν καὶ μὴ πρὸς ἄλλους.

ἐπειδὴ δὲ διαστρέψαντες τἀληθῆ, καὶ τὰ μὲν παραβαίνοντες, ἀφʼ ὧν ἂν μεγάλους ἐπαίνους κομίσαισθε δικαίως, τὰ δʼ αἰτιασάμενοι ψευδῆ καὶ οὐ προσήκονθʼ ὑμῖν, κέχρηνται τῷ λόγῳ, πονηροὺς δίκαιον αὐτούς, ἐπειδὰν ἐξελεγχθῶσι ταῦτα πεποιηκότες, νομίζειν. εἰ γὰρ ῥήτορες δεινοὶ μᾶλλον εἶναι δοκεῖν ἢ μετʼ ἀληθείας ἐπιεικεῖς ἄνθρωποι νομίζεσθαι προείλοντο, οὐδʼ αὐτοὶ καλοκἀγαθίας ἂν ὡς ἔοικεν ἀμφισβητοῖεν.