Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

φασὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δʼ ἐπικυρωθῇ, ταῦθʼ ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅσʼ ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δʼ αὐτοὺς ἐκφεύγει χρόνος οὐδὲ τρόπος τοῦ τὰ συμφέρονθʼ ἑαυτοῖς περαίνειν, οὐ μὰ Δίʼ οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν, πάντʼ ἀνηλώκαμεν τὸν χρόνον,

κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες, ἂν δʼ ἐξ εἰρήνης πόλεμόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δʼ ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερʼ αὐτῶν πράττειν, οὐδὲ τοῦτον ὀρθῶς λέγειν φάσκοντες, ὅλως δʼ αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. τί οὖν, ἄν τις εἴποι, σὺ παραινεῖς, ἐπειδὴ ταῦτʼ ἐπιτιμᾷς; ἐγὼ νὴ Δίʼ ἐρῶ.