Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ πολεμεῖν ἐσκέφθαι τίς ὑπάρξει παρασκευὴ τῷ γενησομένῳ πολέμῳ· εἰ δʼ ἄρα μὴ πρόδηλος ἦν, ὅτε πρῶτον ἐβουλεύεσθʼ ὑπὲρ αὐτοῦ φανεροῦ γενομένου, τότε καὶ περὶ τῆς παρασκευῆς ἐσκέφθαι. εἰ δὲ φήσετε πολλὰς ἐγκεχειρικέναι δυνάμεις, ἃς λελυμάνθαι τοὺς ἐπιστάντας, οὐκ ἀποδέξεται τοῦθʼ ὑμῶν οὐδείς· οὐ γάρ ἐστι τῶν αὐτῶν τούς τʼ ἐπὶ τῶν πραγμάτων ἀπολύειν, καὶ λέγειν ὡς διὰ τούτους κακῶς ταῦτʼ ἔχει.

ἐπειδὴ δὲ τὰ μὲν παρεληλυθότʼ οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δʼ ἐκ τῶν παρόντων ἐπαμῦναι τοῖς πράγμασιν, τοῦ μὲν κατηγορεῖν οὐδένα καιρὸν ὁρῶ, πειράσομαι δʼ ἃ κράτιστα νομίζω, συμβουλεῦσαι. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖνʼ ἐγνωκέναι δεῖ, ὅτι τὴν ἴσην ὑπερβολὴν τῆς σπουδῆς καὶ φιλονικίας ἐπὶ τοῖς πράγμασι πάντʼ ἄνδρα παρασχέσθαι δεῖ, ὅσηνπερ ἐκ τῶν ἄνωθεν χρόνων ἀμελείας· μόλις γὰρ οὕτως ἐλπὶς ἐκ πολλοῦ διώκοντας τὰ προειμένʼ ἑλεῖν δυνηθῆναι.

ἔπειτʼ οὐκ ἀθυμητέον τοῖς γεγενημένοις· ὃ γάρ ἐστιν τῶν παρεληλυθότων χείριστον, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτʼ ἔστιν ὦ ἄνδρες Ἀθηναῖοι; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούντων κακῶς ἔχει τὰ πράγματα· ἐπεὶ εἴ γε πάνθʼ ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.