Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων τὸ μέλλον συνοίσειν ὑμῖν περὶ ὧν νυνὶ τυγχάνετε σκοποῦντες, οἶμαι πάντας ἂν ὑμᾶς ἑλέσθαι. ὅτε τοίνυν τοῦθʼ οὕτως ἔχει, προσήκει παρέχειν ἐθέλοντας ἀκούειν ὑμᾶς αὐτοὺς τῶν βουλομένων συμβουλεύειν· οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτʼ ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμʼ ἐνίοις ἐπελθεῖν ἂν εἰπεῖν, ὥστʼ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι.

Δ

ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον, ἐπειδὴ ἐφʼ ὑμῖν ἐστιν ἑλέσθαι τῶν ῥηθέντων ὅ τι ἂν βούλησθε, ἁπάντων ἀκοῦσαι. καὶ γὰρ πολλάκις συμβαίνει τὸν αὐτὸν ἄνθρωπον τοῦτο μὲν μὴ λέγειν ὀρθῶς, ἕτερον δέ τι· ἐκ μὲν οὖν τοῦ θορυβεῖν τάχʼ ἂν δυσχεράναντες πολλῶν χρησίμων ἀποστερηθείητε, ἐκ δὲ τοῦ μετὰ κόσμου καὶ σιγῆς ἀκοῦσαι καὶ τὰ καλῶς ἔχονθʼ ἅπαντα ποιήσετε, κἂν δοκῇ τις παραληρεῖν, παραλείψετε. ἐγὼ μὲν οὖν οὔτʼ εἴωθα μακρολογεῖν, οὔτʼ ἄν, εἰ τὸν ἄλλον εἰώθειν χρόνον, νῦν ἐχρησάμην τούτῳ, ἀλλʼ ἃ συμφέρειν ὑμῖν νομίζω, ταῦθʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων ἐρῶ πρὸς ὑμᾶς.

Ε

ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν οὕς τʼ ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε· οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δʼ ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κἂν ἄλλο τι βούλησθʼ ὑμεῖς, εὔνου καὶ δικαίου τοῦτο πολίτου κρίνω.