Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

αἱ μὲν ἐλπίδες, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλαι καὶ καλαὶ τῶν προειρημένων, πρὸς ἃς οἴομαι τοὺς πολλοὺς ἄνευ λογισμοῦ τι πεπονθέναι. ἐγὼ δʼ οὐδεπώποτʼ ἔγνων ἕνεκα τοῦ παραχρῆμʼ ἀρέσαι λέγειν τι πρὸς ὑμᾶς, ὅ τι ἂν μὴ καὶ μετὰ ταῦτα συνοίσειν ἡγῶμαι. ἔστι μὲν οὖν τὸ κοινὸν ἔθος τῶν πλείστων τοὺς μὲν συνεπαινοῦντας ἑαυτοῖς ὅ τι ἂν πράττωσι φιλεῖν, πρὸς δὲ τοὺς ἐπιτιμῶντας ἀηδῶς ἔχειν. οὐ μὴν ἀλλὰ δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν.

ἐγὼ δʼ ἡδέως μὲν ἂν ἑώρων, ἃ καὶ συνοίσειν ἔμελλε, ταῦτʼ ἐν ἡδονῇ πράττειν ὄνθʼ ὑμῖν, ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην. ἐπειδὴ δὲ τἀναντίʼ ὁρῶ τούτων ἐπιχειροῦντας ὑμᾶς, οἴομαι δεῖν ἀντειπεῖν, εἰ καί τισιν μέλλω ἀπεχθήσεσθαι. ἂν μὲν οὖν μηδʼ ὑπομείνητʼ ἀκοῦσαι μηδὲ ἕν, οὐ τῷ δοκιμάζοντες διαμαρτεῖν, ἀλλὰ τῷ φύσει πονήρʼ ἐπιθυμεῖν πράττειν τοιαῦτα προαιρεῖσθαι δόξετε. ἐὰν δʼ ἀκούσητε, τυχὸν μὲν ἴσως κἂν μεταπεισθείητε, ὃ μάλιστʼ ἐγὼ νομίζω συνενεγκεῖν ἂν ὑμῖν· εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ—ὅ τι ἄν τις βούληται, τοῦτʼ ἐρεῖ.

ΚΘ

πρῶτον μὲν οὐδέν ἐστιν καινόν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δόξασιν παρʼ ὑμῖν εἶναί τινας οἵτινες ἀντεροῦσιν, ἐπειδὰν πράττειν τι δέῃ. εἰ μὲν οὖν ἀποδόντων ὑμῶν λόγον αὐτοῖς, ὅτʼ ἐβουλεύεσθε, τοῦτʼ ἐποίουν, τούτων ἂν ἦν ἄξιον κατηγορεῖν, εἰ περὶ ὧν ἥττηντʼ ἐβιάζοντο πάλιν λέγειν· νῦν δὲ τούτους μὲν οὐδέν ἐστʼ ἄτοπον εἰπεῖν βουληθῆναι ταῦθʼ ἃ τότʼ οὐχ ὑπεμείνατʼ ἀκοῦσαι,

ὑμῖν δʼ ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὁπόταν περί του βουλεύησθε, οὐκ ἐᾶτε λέγειν ἕκαστον ἃ γιγνώσκει, ἀλλʼ ἂν ἕτεροι τῷ λόγῳ προλάβωσιν ὑμᾶς, οὐδὲν ἂν τῶν ἑτέρων ἀκούσαιτε. ἐκ δὲ τούτου συμβαίνει πρᾶγμʼ ἀηδὲς ὑμῖν. οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστερον κατηγοροῦντας ἐπαινεῖτε.