Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἄξιον δʼ εἶναί μοι δοκεῖ διὰ ταῦτα τοῖς θεοῖς χάριν ὑμᾶς ἔχειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους μισεῖν. τὸ μὲν γὰρ ὁρᾶν τούτους τὸν Ῥοδίων δῆμον, τὸν πολὺ τούτων ποτʼ ἀσελγεστέρους λόγους λέγοντα πρὸς ὑμᾶς, ἱκέτην ὑμέτερον γεγενημένον εὐτύχημʼ εἶναι νομίζω τῆς πόλεως· τὸ δὲ τοὺς ἀνοήτους τούτους μήτε τοῦτο λογίζεσθαι, παρὸν οὕτως ἐναργὲς ἰδεῖν, μήθʼ ὅτι πολλάκις καθʼ ἕνʼ αὐτῶν ἕκαστον ὑμεῖς σεσῴκατε, καὶ πλείω πράγματʼ ἐσχήκατε τὴν τούτων θρασύτητα καὶ κακοδαιμονίαν ἐπανορθοῦντες, ἐπειδὰν διʼ ἑαυτοὺς ἀνέλωνται πόλεμον, ἢ τὰ ὑμέτερʼ αὐτῶν πράττοντες, τοῦτο παμπόλλην ὑμῖν ὀργὴν εἰκότως ἂν παραστῆσαί μοι δοκεῖ.

οὐ μὴν ἀλλʼ ἴσως τούτοις μὲν εἵμαρται μηδέποτʼ εὖ πράττουσιν εὖ φρονῆσαι· ἡμῖν δὲ προσήκει καὶ διʼ ἡμᾶς αὐτοὺς καὶ διὰ τἄλλʼ ἃ πέπρακται τῇ πόλει, σπουδάσαι δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ πρότερον καὶ νῦν καὶ ἀεὶ ἡμεῖς μὲν τὰ δίκαια προαιρούμεθα πράττειν, ἕτεροι δέ τινες καταδουλοῦσθαι βουλόμενοι τοὺς αὑτῶν πολίτας διαβάλλουσιν πρὸς ἡμᾶς.