Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

τῶν μὲν γὰρ πράξεων, εἰς οὓς ἂν ἥκωσι, κύριοι καθίστανται· τῆς δʼ ὑπὲρ τούτων δόξης οὐδεὶς τηλικοῦτός ἐσθʼ ὅστις ἔσται κύριος, ἀλλʼ ὁποίαν τινʼ ἂν τὰ πραχθέντʼ ἔχῃ δόξαν, τοιαύτην οἱ πολλοὶ περὶ τῶν πραξάντων διήγγειλαν. διὸ δεῖ σκοπεῖν καὶ προσέχειν ὅπως δίκαια φανεῖται.

χρῆν μὲν οὖν οὕτως ἅπαντας ἔχειν τὴν διάνοιαν περὶ τῶν ἀδικουμένων ὥσπερ ἄν, εἴ τι γένοιτο, ὃ μὴ συμβαίη, τοὺς ἄλλους ἀξιώσειε πρὸς αὑτὸν ἕκαστος ἔχειν. ἐπειδὴ δὲ καὶ παρὰ τὴν αὑτῶν γνώμην ἐναντιοῦνταί τινες, μικρὰ πρὸς τούτους εἰπών, ἃ βέλτισθʼ ὑμῖν ὑπολαμβάνω, ταῦτʼ ἤδη συμβουλεύσω.

ΚΓ

οὐ μικρὰν ἄν μοι δοκεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ζημίαν νομίσαι, εἴ τις ἀηδὴς δόξα καὶ μὴ προσήκουσα τῇ πόλει παρὰ τοῖς πολλοῖς περιγίγνοιτο. τοῦτο τοίνυν οὕτω καλῶς ἐγνωκότες οὐκ ἀκόλουθα ποιεῖτε τὰ λοιπά, ἀλλʼ ὑπάγεσθʼ ἑκάστοτε πράττειν ἔνια, ἃ οὐδʼ ἂν αὐτοὶ φήσαιτε καλῶς ἔχειν. ἐγὼ δʼ οἶδα μὲν τοῦθʼ ὅτι τοὺς ἐπαινοῦντας ἥδιον προσδέχονται πάντες τῶν ἐπιτιμώντων· οὐ μὴν οἴομαι δεῖν, ταύτην τὴν φιλανθρωπίαν διώκων, λέγειν παρʼ ἃ συμφέρειν ὑμῖν ἡγοῦμαι.

κγ

τὴν μὲν οὖν ἀρχὴν εἰ καλῶς ἐγιγνώσκετε, οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν ὧν ἰδίᾳ μέμφεσθε, ἵνα μὴ συνέβαινεν ὅπερ νυνὶ γίγνεται· περιιὼν μὲν ἕκαστος ὡς αἰσχρὰ καὶ δεινά λέγει καὶ μέχρι τοῦ προβήσεται τὰ πράγματα; συγκαθεζόμενος δʼ αὐτὸς ἕκαστός ἐστι τῶν τὰ τοιαῦτα ποιούντων. ἐγὼ μὲν οὖν ἐβουλόμην ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τοῦ τὰ βέλτιστα λέγοντος ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι· πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δὲ φοβοῦμαι μέν, ὅμως δʼ ἅ γε πιστεύω χρηστὰ φανεῖσθαι, κἂν ὑμεῖς μὴ πεισθῆτε, οὐκ ἀποτρέψομαι λέγειν.