Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμολογῆσαι, ὅτι δεῖ τὴν πόλιν ἡμῶν, ὅταν μὲν περὶ τῶν ἰδίων τινὸς τῶν αὑτῆς βουλεύηται, ἴσην πρόνοιαν ἔχειν τοῦ συμφέροντος ὅσηνπερ τοῦ δικαίου, ὅταν δʼ ὑπὲρ τῶν συμμαχικῶν ἢ τῶν κοινῶν, οἷον καὶ τὸ νυνὶ παρόν, μηδενὸς οὕτως ὡς τοῦ δικαίου φροντίζειν. ἐν μὲν γὰρ ἐκείνοις τὸ λυσιτελὲς ἐξαρκεῖ, ἐν δὲ τοῖς τοιούτοις καὶ τὸ καλὸν προσεῖναι δεῖ.

τῶν μὲν γὰρ πράξεων, εἰς οὓς ἂν ἥκωσι, κύριοι καθίστανται· τῆς δʼ ὑπὲρ τούτων δόξης οὐδεὶς τηλικοῦτός ἐσθʼ ὅστις ἔσται κύριος, ἀλλʼ ὁποίαν τινʼ ἂν τὰ πραχθέντʼ ἔχῃ δόξαν, τοιαύτην οἱ πολλοὶ περὶ τῶν πραξάντων διήγγειλαν. διὸ δεῖ σκοπεῖν καὶ προσέχειν ὅπως δίκαια φανεῖται.

χρῆν μὲν οὖν οὕτως ἅπαντας ἔχειν τὴν διάνοιαν περὶ τῶν ἀδικουμένων ὥσπερ ἄν, εἴ τι γένοιτο, ὃ μὴ συμβαίη, τοὺς ἄλλους ἀξιώσειε πρὸς αὑτὸν ἕκαστος ἔχειν. ἐπειδὴ δὲ καὶ παρὰ τὴν αὑτῶν γνώμην ἐναντιοῦνταί τινες, μικρὰ πρὸς τούτους εἰπών, ἃ βέλτισθʼ ὑμῖν ὑπολαμβάνω, ταῦτʼ ἤδη συμβουλεύσω.