Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει τῷ βουλομένῳ τι παραινεῖν ὑμῖν οὕτω πειρᾶσθαι λέγειν ὡς καὶ δυνήσεσθʼ ὑπομεῖναι· εἰ δὲ μὴ τοῦτο, ἀφέντα τοὺς ἄλλους ἅπαντας λόγους, περὶ αὐτῶν ὧν σκοπεῖτε συμβουλεύειν, καὶ ταῦθʼ ὡς διὰ βραχυτάτων. οὐ γὰρ ἐνδείᾳ μοι δοκεῖτε λόγων οὐδὲ νῦν ὁρᾶν τὰ πράγματα πάντα λελυμασμένα, ἀλλὰ τῷ τοὺς μὲν ἑαυτῶν ἕνεκα δημηγορεῖν καὶ πολιτεύεσθαι, τοὺς δὲ μήπω τούτου δεδωκότας πεῖραν μᾶλλον ὅπως εὖ δόξουσι λέγειν σπουδάζειν, ἢ πῶς ἔργον ἐξ ὧν λέγουσί τι συμφέρον πραχθήσεται. ἐγὼ δʼ ἵνα μὴ λάθω τοὐναντίον οὗ φημὶ δεῖν αὐτὸς ποιῶν, καὶ πλείω περὶ τῶν ἄλλων ἢ περὶ ὧν ἀνέστην λέγων, ἀφεὶς τἄλλα πάντα, ἃ παραινῶ καὶ δὴ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν.

ΙΗ

δοκεῖτέ μοι δικαίως ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχειν τὸν νοῦν, εἴ τις ὑπόσχοιθʼ ὑμῖν ταὐτὰ δίκαια καὶ συμφέροντα δείξειν ὄνθʼ ὑπὲρ ὧν βουλευόμεθα. ἐγὼ τοίνυν οἴομαι τοῦτο ποιήσειν οὐ χαλεπῶς, ἂν ὑμεῖς βραχύ τί μοι πεισθῆτε πάνυ. μὴ πάντα, ὡς ἕκαστος ἔχει γνώμης ὑμῶν περὶ τῶν παρόντων, ὀρθῶς ἐγνωκέναι πεπείσθω, ἀλλʼ ἐὰν παρὰ ταῦτά τι συμβαίνῃ λέγεσθαι, σκοπείτω πάνθʼ ὑπομείνας ἀκοῦσαι, εἶτʼ ἂν ὀρθῶς εἰρῆσθαί τι δοκῇ, χρήσθω. οὐ γὰρ ἧττον ὑμέτερον ἔσται τῶν χρησαμένων τὸ κατορθωθὲν ἢ τοῦ πρὸς ὑμᾶς εἰπόντος. ἡ μὲν οὖν ἀρχὴ τοῦ σκοπεῖν ὀρθῶς ἐστιν μὴ βεβουλεῦσθαι πρὶν ἐξ ὧν δεῖ βουλεύσασθαι ἀκοῦσαι. οὐ γὰρ αὑτὸς οὔτε καιρὸς οὔτε τρόπος τοῦ τʼ ἐπικυρῶσαι τὰ δοκοῦντα καὶ τοῦ σκέψασθαι τί πρῶτον δοκεῖ συμφέρειν.

ΙΘ

μεθʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσόμενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δʼ αὐτὸς τοῦτʼ ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθʼ αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλʼ ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαιʼ ἀξιοῦσιν. εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτʼ ἀκοῦσαι ταῦτʼ ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε· εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτʼ ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δʼ οὐχὶ δίκαιός εἰμι παθεῖν. ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν· εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς.