Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἐβουλόμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ᾗ πρὸς τοὺς ἄλλους ἅπαντας εἰώθατε προσφέρεσθαι φιλανθρωπίᾳ, ταύτῃ καὶ πρὸς ὑμᾶς αὐτοὺς χρῆσθαι· νυνὶ δʼ ἀμείνους ἐστὲ τὰ τῶν ἄλλων δείνʼ ἐπανορθοῦν ἢ τῶν ὑμῖν αὐτοῖς συμβαινόντων φροντίζειν. ἴσως μὲν οὖν αὐτὸ τοῦτό τις ἂν φήσειε μέγιστον ἔπαινον φέρειν τῇ πόλει, τὸ μηδενὸς ἕνεκα κέρδους ἰδίου πολλοὺς κινδύνους ὑπὲρ αὐτοῦ τοῦ δικαίου προῃρῆσθαι. ἐγὼ δὲ ταύτην τʼ ἀληθῆ τὴν δόξαν εἶναι νομίζω κατὰ τῆς πόλεως καὶ βούλομαι, κἀκεῖνο δʼ ὑπολαμβάνω σωφρόνων ἀνθρώπων ἔργον εἶναι, ἴσην πρόνοιαν τῶν αὑτοῖς οἰκείων ὅσηνπερ τῶν ἀλλοτρίων ποιεῖσθαι, ἵνα μὴ φιλάνθρωποι μόνον, ἀλλὰ καὶ νοῦν ἔχοντες φαίνησθε.

ΙΖ

ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει τῷ βουλομένῳ τι παραινεῖν ὑμῖν οὕτω πειρᾶσθαι λέγειν ὡς καὶ δυνήσεσθʼ ὑπομεῖναι· εἰ δὲ μὴ τοῦτο, ἀφέντα τοὺς ἄλλους ἅπαντας λόγους, περὶ αὐτῶν ὧν σκοπεῖτε συμβουλεύειν, καὶ ταῦθʼ ὡς διὰ βραχυτάτων. οὐ γὰρ ἐνδείᾳ μοι δοκεῖτε λόγων οὐδὲ νῦν ὁρᾶν τὰ πράγματα πάντα λελυμασμένα, ἀλλὰ τῷ τοὺς μὲν ἑαυτῶν ἕνεκα δημηγορεῖν καὶ πολιτεύεσθαι, τοὺς δὲ μήπω τούτου δεδωκότας πεῖραν μᾶλλον ὅπως εὖ δόξουσι λέγειν σπουδάζειν, ἢ πῶς ἔργον ἐξ ὧν λέγουσί τι συμφέρον πραχθήσεται. ἐγὼ δʼ ἵνα μὴ λάθω τοὐναντίον οὗ φημὶ δεῖν αὐτὸς ποιῶν, καὶ πλείω περὶ τῶν ἄλλων ἢ περὶ ὧν ἀνέστην λέγων, ἀφεὶς τἄλλα πάντα, ἃ παραινῶ καὶ δὴ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν.