Exordia

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

ἆρά γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, γνῶναι μὲν ἔστιν ἑκάστῳ τὰ δέονθʼ ὑμῶν καὶ κατὰ τῶν ἄλλων εἰπεῖν ἐπίσταται, ποιῶν δʼ αὐτὸς ἕκαστος οὐ χαίρει, εἶτʼ ἰδίᾳ μέν, ὡς ἄρʼ αὐτὸς ἑτοίμως τὰ βέλτιστʼ ἂν πράττειν δόξων, τοῖς ἄλλοις ἐπιτιμᾷ, κοινῇ δʼ εὐλαβεῖσθε τὰ τοιαῦτα ψηφίζεσθαι διʼ ὧν ἐν τῷ λῃτουργεῖν τι τῶν καθηκόντων ἅπαντες ἔσεσθε;

εἰ μὲν τοίνυν μηδένα καιρὸν οἴεσθʼ ἥξειν ὃς εἴσω τῆς εἰρωνείας ἀφίξεται ταύτης, καλῶς ἂν ἔχοι τοῦτον τὸν τρόπον διάγειν· εἰ δὲ τὰ πράγμαθʼ ὁρᾶτʼ ἐγγυτέρω προσάγοντα, δεῖ σκοπεῖσθαι ὅπως μὴ πλησίον αὐτοῖς μαχεῖσθε, ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθʼ οἷς ἂν πάσχητε.

ΙΕ

περὶ μὲν τῶν παρόντων, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων τῇ πόλει, καίπερ οὐκ ἐχόντων ὡς δεῖ, οὐ πάνυ μοὶ δοκεῖ τῶν χαλεπῶν εἶναι ζητῆσαι τί ἄν τις πράξας βελτίω ποιήσειεν. ὅντινα μέντοι χρὴ τρόπον πρὸς ὑμᾶς εἰπεῖν περὶ αὐτῶν, τοῦτο παμπόλλην δυσκολίαν ἔχειν νομίζω, οὐχ ὡς οὐ συνησόντων ὅ τι ἄν τις λέγῃ, ἀλλʼ οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστα τοῖς πράγμασιν συνειθίσθαι μοι δοκεῖτʼ ἀκούειν, ὥστε δέδοικα μὴ τῷ νῦν τὰ βέλτιστʼ εἰπόντι, ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν παρʼ ὑμῶν, ταύτην ἀπενέγκασθαι συμβῇ.

ὁρῶ γὰρ ὑμᾶς πολλάκις οὐ τοὺς αἰτίους τῶν πραγμάτων μισοῦντας, ἀλλὰ τοὺς ὑστάτους περὶ αὐτῶν εἰπόντας τι πρὸς ὑμᾶς. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀκριβῶς ταῦτα λογιζόμενος, ὅμως οἶμαι δεῖν πάντα παρεὶς τἄλλα περὶ αὐτῶν τῶν παρόντων ἃ κράτιστα νομίζω λέγειν.