The Erotic Essay
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
καίτοι μʼ οὐ λέληθεν ὅτι χαλεπὸν μέν ἐστιν καὶ τὴν σὴν φύσιν ἀξίως τῶν ὑπαρχόντων διελθεῖν, ἔτι δʼ ἐπικινδυνότερον τὸ συμβουλεύειν μέλλονθʼ αὑτὸν ὑπεύθυνον τῷ πεισθέντι καταστῆσαι. ἀλλὰ νομίζω τοῖς μὲν δικαίως ἐγκωμίων τυγχάνουσιν περιγενέσθαι τῆς τῶν ἐπαινούντων δυνάμεως προσήκειν τῇ τῆς ἀληθείας ὑπερβολῇ, τῆς δὲ συμβουλῆς οὐ διαμαρτήσεσθαι, συνειδὼς ὅτι διὰ μὲν ἀνοήτων καὶ παντελῶς ὑπʼ ἀκρασίας διεφθαρμένων οὐδὲ τῶν καθʼ ὑπερβολὴν ὀρθῶς βουλευθέντων οὐδὲν ἂν καλῶς ἐξενεχθείη, διὰ δὲ τῶν σωφρόνως καὶ καθαρῶς ζῆν αἱρουμένων οὐδὲ τὰ μετρίως ἐσκεμμένα διαμαρτάνεσθαι πέφυκεν.
τὰς μὲν οὖν ἐλπίδας ἔχων τοιαύτας ἐγχειρῶ τῷ λόγῳ· ἡγοῦμαι δὲ πάντας ἂν ὁμολογῆσαί μοι τοῖς τηλικούτοις μάλιστα κατεπείγειν κάλλος μὲν ἐπὶ τῆς ὄψεως, σωφροσύνην δʼ ἐπὶ τῆς ψυχῆς, ἀνδρείαν δʼ ἐπʼ ἀμφοτέρων τούτων, χάριν δʼ ἐπὶ τῶν λόγων διατελεῖν ἔχοντας. ὧν τὰ μὲν τῆς φύσεως οὕτω καλῶς ἡ τύχη σοι παραδέδωκεν ὥστε περίβλεπτον καὶ θαυμαζόμενον διατελεῖν, τὰ δʼ αὐτὸς παρὰ τὴν ἐπιμέλειαν εἰς τοῦτο προαγαγὼν ἥκεις ὥστε μηδένʼ ἄν σοι τῶν εὖ φρονούντων ἐπιτιμῆσαι.
καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον; οὐχ ὑπὸ μὲν τῶν θεῶν ἠγαπημένον φαίνεσθαι, παρὰ δὲ τοῖς ἀνθρώποις τὰ μὲν διʼ αὑτόν, τὰ δὲ διὰ τὴν τύχην θαυμάζεσθαι; καθʼ ὅλου μὲν τοίνυν τῶν ὑπαρχόντων σοι πρὸς ἀρετὴν ἴσως ὕστερον ἁρμόσει τὰ πλείω διελθεῖν· ἃ δʼ ἑκάστου τούτων ἐγκώμιʼ εἰπεῖν ἔχω, ταῦτα δηλῶσαι πειράσομαι μετʼ ἀληθείας.
ἄρξομαι δὲ πρῶτον ἐπαινεῖν, ὅπερ πρῶτον ἰδοῦσιν ἅπασιν ἔστιν γνῶναί σου, τὸ κάλλος, καὶ τούτου τὸ χρῶμα, διʼ οὗ καὶ τὰ μέλη καὶ ὅλον τὸ σῶμα φαίνεται. ᾧ τίνʼ ἁρμόττουσαν εἰκόνʼ ἐνέγκω σκοπῶν οὐχ ὁρῶ, ἀλλὰ παρίσταταί μοι δεῖσθαι τῶν ἀναγνόντων τόνδε τὸν λόγον σὲ θεωρῆσαι καὶ ἰδεῖν, ἵνα συγγνώμης τύχω μηδὲν ὅμοιον ἔχων εἰπεῖν.
τῷ γὰρ ἂν εἰκάσειέ τις, ὃ θνητὸν ὂν ἀθάνατον τοῖς ἰδοῦσιν ἐνεργάζεται πόθον, καὶ ὁρώμενον οὐκ ἀποπληροῖ, καὶ μεταστὰν μνημονεύεται, καὶ τὴν τῶν θεῶν ἀξίαν ἐπʼ ἀνθρώπου φύσιν ἔχει, πρὸς μὲν τὴν εὐπρέπειαν ἀνθηρόν, πρὸς δὲ τὰς αἰτίας ἀνυπονόητον; ἀλλὰ μὴν οὐδὲ ταῦτʼ ἔστιν αἰτιάσασθαι πρὸς τὴν σὴν ὄψιν, ἃ πολλοῖς ἄλλοις ἤδη συνέπεσεν τῶν κάλλους μετασχόντων.
ἢ γὰρ διʼ ἀρρυθμίαν τοῦ σχήματος ἅπασαν συνετάραξαν τὴν ὑπάρχουσαν εὐπρέπειαν, ἢ διʼ ἀτύχημά τι καὶ τὰ καλῶς πεφυκότα συνδιέβαλον αὐτῷ. ὧν οὐδενὶ τὴν σὴν ὄψιν εὕροιμεν ἂν ἔνοχον γεγενημένην· οὕτω γὰρ σφόδρʼ ἐφυλάξατο πάσας τὰς τοιαύτας κῆρας ὅστις ποτʼ ἦν θεῶν ὁ τῆς σῆς ὄψεως προνοηθείς, ὥστε μηδὲν μέμψεως ἄξιον, τὰ δὲ πλεῖστα περίβλεπτά σου καταστῆσαι.