The Erotic Essay
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
ἐπεὶ σύνοιδά γε πολλοὺς μὲν ἐξ ἀδόξων καὶ ταπεινῶν ἐπιφανεῖς διὰ τῆς πραγματείας ταύτης γεγενημένους, Σόλωνα δὲ καὶ ζῶντα καὶ τελευτήσαντα μεγίστης δόξης ἠξιωμένον· ὃς οὐκ ἀπεληλαμένος τῶν ἄλλων τιμῶν, ἀλλὰ τῆς μὲν ἀνδρείας τὸ πρὸς Μεγαρέας τρόπαιον ὑπόμνημα καταλιπών, τῆς δʼ εὐβουλίας τὴν Σαλαμῖνος κομιδήν,
τῆς δʼ ἄλλης συνέσεως τοὺς νόμους, οἷς ἔτι καὶ νῦν οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι διατελοῦσιν, ὅμως τοσούτων αὐτῷ καλῶν ὑπαρχόντων, ἐπʼ οὐδενὶ μᾶλλον ἐσπούδασεν ἢ τῶν ἑπτὰ σοφιστῶν ὅπως γένηται, νομίζων τὴν φιλοσοφίαν οὐκ ὄνειδος, ἀλλὰ τιμὴν τοῖς χρωμένοις φέρειν, καλῶς ἐγνωκὼς αὐτὸ τοῦτʼ οὐχ ἧττον ἢ καὶ τἄλλʼ ἐφʼ οἷς διήνεγκεν.
ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἄλλως γιγνώσκω, σοί τε παραινῶ φιλοσοφεῖν, μεμνημένῳ τῶν ἐξ ἀρχῆς ὑπαρξάντων σαυτῷ· τούτου γὰρ ἕνεκα διῆλθον ἐν ἀρχῇ τοῦ λόγου κἀγὼ περὶ αὐτῶν, οὐχ ὡς ἐκ τοῦ τὴν σὴν φύσιν ἐπαινεῖν ἀνακτήσεσθαί σε προσδοκῶν, ἀλλʼ ἵνα μᾶλλον προτρέψω σε πρὸς τὴν φιλοσοφίαν, ἐὰν μὴ παρὰ μικρὸν ποιήσῃ, μηδʼ ἐπὶ τοῖς ὑπάρχουσιν ἀγαθοῖς μέγα φρονήσας τῶν μελλόντων ὀλιγωρήσῃς.