The Erotic Essay
Demosthenes
Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
εὖ δʼ ἴσθι τὴν μὲν ἐκ τῶν πράξεων ἐμπειρίαν γιγνομένην σφαλερὰν οὖσαν καὶ πρὸς τὸν λοιπὸν βίον ἀχρήστως ἔχουσαν, τὴν δʼ ἐκ τοῦ φιλοσοφεῖν παιδείαν πρὸς ἅπαντα ταῦτʼ εὐκαίρως συγκεκραμένην. καίτοι τινὲς ἤδη καὶ διʼ εὐτυχίαν πραγμάτων γυμνασθέντες ἐθαυμάσθησαν· σοὶ δὲ προσήκει τούτων μὲν καταφρονεῖν, σαυτοῦ δʼ ἐπιμέλειαν ἔχειν· οὐ γὰρ αὐτοσχεδιάζειν, ἀλλʼ ἐπίστασθαί σε δεῖ περὶ τῶν μεγίστων, οὐδʼ ἐπὶ τῶν καιρῶν μελετᾶν, ἀλλʼ ἀγωνίζεσθαι καλῶς ἐπίστασθαι.
νόμιζε δὲ πᾶσαν μὲν τὴν φιλοσοφίαν μεγάλα τοὺς χρωμένους ὠφελεῖν, πολὺ δὲ μάλιστα τὴν περὶ τὰς πράξεις καὶ τοὺς πολιτικοὺς λόγους ἐπιστήμην. τῆς γὰρ γεωμετρίας καὶ τῆς ἄλλης τῆς τοιαύτης παιδείας ἀπείρως μὲν ἔχειν αἰσχρόν, ἄκρον δʼ ἀγωνιστὴν γενέσθαι ταπεινότερον τῆς σῆς ἀξίας· ἐν ἐκείνῃ δὲ τὸ μὲν διενεγκεῖν ζηλωτόν, τὸ δʼ ἄμοιρον γενέσθαι παντελῶς καταγέλαστον.
γνοίης δʼ ἂν ἐξ ἄλλων τε πολλῶν, καὶ παραθεωρήσας τοὺς πρὸ σαυτοῦ γεγενημένους ἐνδόξους ἄνδρας. τοῦτο μὲν γὰρ Περικλέα τὸν συνέσει πλεῖστον τῶν καθʼ αὑτὸν διενεγκεῖν δόξαντα πάντων, ἀκούσει πλησιάσαντʼ Ἀναξαγόρᾳ τῷ Κλαζομενίῳ καὶ μαθητὴν ἐκείνου γενόμενον ταύτης τῆς δυνάμεως μετασχόντα· τοῦτο δʼ Ἀλκιβιάδην εὑρήσεις φύσει μὲν πρὸς ἀρετὴν πολλῷ χεῖρον διακείμενον, καὶ τὰ μὲν ὑπερηφάνως, τὰ δὲ ταπεινῶς, τὰ δʼ ὑπερακρατῶς ζῆν προῃρημένον, ἀπὸ δὲ τῆς Σωκράτους ὁμιλίας πολλὰ μὲν ἐπανορθωθέντα τοῦ βίου, τὰ δὲ λοιπὰ τῷ μεγέθει τῶν ἄλλων ἔργων ἐπικρυψάμενον.